Aeschylus

Agamemnon    —    Ἀγαμέμνων

Φύλαξ

1θεοὺς μὲν αιτῶ τῶνδ̓ απαλλαγὴν πόνων
2φρουρᾶς ετείας μῆκος, ἣν κοιμώμενος
3στέγαις Ατρειδῶν άγκαθεν, κυνὸς δίκην,
4άστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
6λαμπροὺς δυνάστας, εμπρέποντας αιθέρι
7[ἀστέρας, ὅταν φθίνωσιν, αντολάς τε τῶν].

8καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
9αυγὴν πυρὸς φέρουσαν εκ Τροίας φάτιν
10ἁλώσιμόν τε βάξιν
ὧδε γὰρ κρατεῖ
11γυναικὸς ανδρόβουλον ελπίζον κέαρ

12εῦτ̓ ὰν δὲ νυκτίπλαγκτον ένδροσόν τ̓ έχω
13ευνὴν ονείροις ουκ επισκοπουμένην
14εμήν·
φόβος γὰρ ανθ̓ ὕπνου παραστατεῖ,
15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ

16ὅταν δ̓ αείδειν μινύρεσθαι δοκῶ,
17ὕπνου τόδ̓ αντίμολπον εντέμνων άκος,
18κλαίω τότ̓ οίκου τοῦδε συμφορὰν στένων
19ουχ ὡς τὰ πρόσθ̓ άριστα διαπονουμένου.

20νῦν δ̓ ευτυχὴς γένοιτ̓ απαλλαγὴ πόνων
21ευαγγέλου φανέντος ορφναίου πυρός

22 χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
23φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
24πολλῶν εν Άργει, τῆσδε συμφορᾶς χάριν

25ιοὺ ιού.

26Αγαμέμνονος γυναικὶ σημαίνω τορῶς
27ευνῆς επαντείλασαν ὡς τάχος δόμοις
28ολολυγμὸν ευφημοῦντα τῇδε λαμπάδι
29επορθιάζειν, είπερ Ιλίου πόλις
30ἑάλωκεν, ὡς φρυκτὸς αγγέλλων πρέπει

31αυτός τ̓ έγωγε φροίμιον χορεύσομαι

32τὰ δεσποτῶν γὰρ εῦ πεσόντα θήσομαι
33τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας

34γένοιτο δ̓ οῦν μολόντος ευφιλῆ χέρα
35άνακτος οίκων τῇδε βαστάσαι χερί

36τὰ δ̓ άλλα σιγῶ
βοῦς επὶ γλώσσῃ μέγας
37βέβηκεν
οῖκος δ̓ αυτός, ει φθογγὴν λάβοι,
38σαφέστατ̓ ὰν λέξειεν
ὡς ἑκὼν εγὼ
39μαθοῦσιν αυδῶ κοὐ μαθοῦσι λήθομαι.

Χορός

40δέκατον μὲν έτος τόδ̓ επεὶ Πριάμου
41μέγας αντίδικος,
42Μενέλαος άναξ ηδ̓ Αγαμέμνων,
43διθρόνου Διόθεν καὶ δισκήπτρου
44τιμῆς οχυρὸν ζεῦγος Ατρειδᾶν
45στόλον Αργείων χιλιοναύτην,
46τῆσδ̓ απὸ χώρας
47ῆραν, στρατιῶτιν αρωγὰν,
48μέγαν εκ θυμοῦ κλάζοντες Άρη
49τρόπον αιγυπιῶν, οίτ̓ εκπατίοις
50άλγεσι παίδων ὕπατοι λεχέων
51στροφοδινοῦνται
52πτερύγων ερετμοῖσιν ερεσσόμενοι,
53δεμνιοτήρη
54πόνον ορταλίχων ολέσαντες·

55ὕπατος δ̓ αίων ή τις Απόλλων
56 Πὰν Ζεὺς οιωνόθροον
57γόον οξυβόαν τῶνδε μετοίκων
58ὑστερόποινον
59πέμπει παραβᾶσιν Ερινύν.

60οὕτω δ̓ Ατρέως παῖδας κρείσσων
61επ̓ Αλεξάνδρῳ πέμπει ξένιος
62Ζεὺς πολυάνορος αμφὶ γυναικὸς
63πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
64γόνατος κονίαισιν ερειδομένου
65διακναιομένης τ̓ εν προτελείοις
66κάμακος θήσων Δαναοῖσι
67Τρωσί θ̓ ὁμοίως
έστι δ̓ ὅπη νῦν
68έστι
τελεῖται δ̓ ες τὸ πεπρωμένον
69ούθ̓ ὑποκαίων ούθ̓ ὑπολείβων
70ού τε δακρύων απύρων ἱερῶν
71οργὰς ατενεῖς παραθέλξει

72ἡμεῖς δ̓ ατίται σαρκὶ παλαιᾷ
73τῆς τότ̓ αρωγῆς ὑπολειφθέντες
74μίμνομεν ισχὺν
75ισόπαιδα νέμοντες επὶ σκήπτροις

76 τε γὰρ νεαρὸς μυελὸς στέρνων
77εντὸς ανᾴσσων
78ισόπρεσβυς, Άρης δ̓ ουκ ένι χώρᾳ,
79τό θ̓ ὑπέργηρων φυλλάδος ήδη
80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
81στείχει, παιδὸς δ̓ ουδὲν αρείων
82όναρ ἡμερόφαντον αλαίνει.

83σὺ δέ, Τυνδάρεω
84θύγατερ, βασίλεια Κλυταιμήστρα,
85τί χρέος;
τί νέον; τί δ̓ επαισθομένη,
86τίνος αγγελίας
87πειθοῖ περίπεμπτα θυοσκεῖς

88πάντων δὲ θεῶν τῶν αστυνόμων,
89ὑπάτων, χθονίων,
90τῶν τ̓ ουρανίων τῶν τ̓ αγοραίων,
91βωμοὶ δώροισι φλέγονται

92άλλη δ̓ άλλοθεν ουρανομήκης
93λαμπὰς ανίσχει,
94φαρμασσομένη χρίματος ἁγνοῦ
95μαλακαῖς αδόλοισι παρηγορίαις,
96πελάνῳ μυχόθεν βασιλείῳ

97τούτων λέξασ̓ τι καὶ δυνατὸν
98καὶ θέμις αινεῖν,
99παιών τε γενοῦ τῆσδε μερίμνης,
100 νῦν τοτὲ μὲν κακόφρων τελέθει,
101τοτὲ δ̓ εκ θυσιῶν αγανὴ φαίνουσ̓
102ελπὶς αμύνει φροντίδ̓ άπληστον
103τῆς θυμοβόρου φρένα λύπης.

Χορός

104κύριός ειμι θροεῖν ὅδιον κράτος αίσιον ανδρῶν
105εκτελέων
έτι γὰρ θεόθεν καταπνεύει
106πειθὼ μολπᾶν
107αλκὰν σύμφυτος αιών·

108ὅπως Αχαι -
109ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
110ξύμφρονα ταγάν,
111πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
112θούριος όρνις Τευκρίδ̓ επ̓ αῖαν,
113οιωνῶν βασιλεὺς βασιλεῦσι νε -
114ῶν κελαινός, τ̓ εξόπιν αργᾶς,
116φανέντες ί -
117κταρ μελάθρων χερὸς εκ δοριπάλτου
118παμπρέπτοις εν ἕδραισιν,
119βοσκόμενοι λαγίναν, ερικύμονα φέρματι γένναν,
120βλαβέντα λοισθίων δρόμων.

121αίλινον αίλινον ειπέ, τὸ δ̓ εῦ νικάτω

Χορός

122κεδνὸς δὲ στρατόμαντις ιδὼν δύο λήμασι δισσοὺς
123Ατρεΐδας μαχίμους εδάη λαγοδαίτας
124πομπούς τ̓ αρχάς

125οὕτω δ̓ εῖπε τερᾴζων

126χρόνῳ μὲν αγρεῖ
127Πριάμου πόλιν ἅδε κέλευθος,
128πάντα δὲ πύργων
129κτήνη πρόσθε τὰ δημιοπληθῆ
130Μοῖῤ αλαπάξει πρὸς τὸ βίαιον

131οῖον μή τις άγα θεόθεν κνεφά -
132σῃ προτυπὲν στόμιον μέγα Τροίας
133στρατωθέν
οίκτῳ γὰρ επί -
134φθονος Άρτεμις ἁγνὰ
136πτανοῖσιν κυσὶ πατρὸς
137αυτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
138στυγεῖ δὲ δεῖπνον αιετῶν.

139αίλινον αίλινον ειπέ, τὸ δ̓ εῦ νικάτω

Χορός


140τόσον περ εύφρων, καλά,
141δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
142πάντων τ̓ αγρονόμων φιλομάστοις
143θηρῶν οβρικάλοισι τερπνά,
144τούτων αίνει ξύμβολα κρᾶναι,
145δεξιὰ μέν, κατάμομφα δὲ φάσματα [στρουθῶν]

146ιήιον δὲ καλέω Παιᾶνα,
147μή τινας αντιπνόους Δανα -
148οῖς χρονίας εχενῇδας α -
149πλοίας τεύξῃ,
151σπευδομένα θυσίαν ἑτέραν άνομόν τιν̓, άδαιτον
152νεικέων τέκτονα σύμφυτον,
153ου δεισήνορα
μίμνει γὰρ φοβερὰ παλίνορτος
154οικονόμος δολία μνάμων μῆνις τεκνόποινος.

156τοιάδε Κάλχας ξὺν μεγάλοις αγαθοῖς απέκλαγξεν
157μόρσιμ̓ απ̓ ορνίθων ὁδίων οίκοις βασιλείοις

158τοῖς δ̓ ὁμόφωνον
159αίλινον αίλινον ειπέ, τὸ δ̓ εῦ νικάτω

Χορός

160Ζεύς, ὅστις ποτ̓ εστίν, ει τόδ̓ αυ -
161τῷ φίλον κεκλημένῳ,
162τοῦτό νιν προσεννέπω.

163ουκ έχω προσεικάσαι
164πάντ̓ επισταθμώμενος
165πλὴν Διός, ει τὸ μάταν απὸ φροντίδος άχθος
166χρὴ βαλεῖν ετητύμως

Χορός

167ου δ̓ ὅστις πάροιθεν ῆν μέγας,
168παμμάχῳ θράσει βρύων,
169ου δὲ λέξεται πρὶν ών

171ὃς δ̓ έπειτ̓ έφυ, τρια -
172κτῆρος οίχεται τυχών

173Ζῆνα δέ τις προφρόνως επινίκια κλάζων
174τεύξεται φρενῶν τὸ πᾶν

Χορός

176τὸν φρονεῖν βροτοὺς ὁδώ -
177σαντα, τὸν πάθει μάθος
178θέντα κυρίως έχειν.

179στάζει δ̓ έν θ̓ ὕπνῳ πρὸ καρδίας
180μνησιπήμων πόνος
καὶ παῤ ά -
181κοντας ῆλθε σωφρονεῖν

182δαιμόνων δέ που χάρις βίαιος
183σέλμα σεμνὸν ἡμένων.

Χορός

184καὶ τόθ̓ ἡγεμὼν πρέ -
185σβυς νεῶν Αχαιικῶν,
186μάντιν ούτινα ψέγων,
187εμπαίοις τύχαισι συμπνέων,
188εῦτ̓ απλοίᾳ κεναγγεῖ βαρύ -
189νοντ̓ Αχαιικὸς λεώς,
190Χαλκίδος πέραν έχων παλιρρόχ -
191θοις εν Αυλίδος τόποις·

Χορός

192πνοαὶ δ̓ απὸ Στρυμόνος μολοῦσαι
193κακόσχολοι νήστιδες δύσορμοι,
194βροτῶν άλαι, ναῶν τε καὶ
195πεισμάτων αφειδεῖς,
196παλιμμήκη χρόνον τιθεῖσαι
197τρίβῳ κατέξαινον άν -
198θος Αργείων
επεὶ δὲ καὶ πικροῦ
199χείματος άλλο μῆχαρ
200βριθύτερον πρόμοισιν
201μάντις έκλαγξεν προφέρων
202Άρτεμιν, ὥστε χθόνα βάκ -
203τροις επικρούσαντας Ατρεί -
204δας δάκρυ μὴ κατασχεῖν·

Χορός

205άναξ δ̓ πρέσβυς τότ̓ εῖπε φωνῶν
206βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
207βαρεῖα δ̓, ει τέκνον δαΐ -
208ξω, δόμων άγαλμα,
209μιαίνων παρθενοσφάγοισιν
210ῥείθροις πατρῴους χέρας
211πέλας βωμοῦ·
τί τῶνδ̓ άνευ κακῶν,
212πῶς λιπόναυς γένωμαι
213ξυμμαχίας ἁμαρτών;

214παυσανέμου γὰρ θυσίας
215παρθενίου θ̓ αἵματος ορ -
216γᾷ περιόργως επιθυ -
217μεῖν θέμις.
εῦ γὰρ είη.

Χορός

218επεὶ δ̓ ανάγκας έδυ λέπαδνον
219φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220άναγνον ανίερον, τόθεν
221τὸ παντότολμον φρονεῖν μετέγνω

222βροτοὺς θρασύνει γὰρ αισχρόμητις
223τάλαινα παρακοπὰ πρωτοπήμων
έτλα δ̓ οῦν
224θυτὴρ γενέσθαι θυγατρός,
226γυναικοποίνων πολέμων αρωγὰν
227καὶ προτέλεια ναῶν

Χορός

228λιτὰς δὲ καὶ κληδόνας πατρῴους
229παῤ ουδὲν αιῶ τε παρθένειον
230έθεντο φιλόμαχοι βραβῆς

231φράσεν δ̓ αόζοις πατὴρ μετ̓ ευχὰν
232δίκαν χιμαίρας ὕπερθε βωμοῦ
233πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
234λαβεῖν αέρδην, στόματός
236τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν
237φθόγγον αραῖον οίκοις

Χορός

238βίᾳ χαλινῶν τ̓ αναύδῳ μένει.
239κρόκου βαφὰς δ̓ ες πέδον χέουσα
240έβαλλ̓ ἕκαστον θυτήρ -
241ων απ̓ όμματος βέλει
242φιλοίκτῳ, πρέπουσά θ̓ ὡς εν γραφαῖς, προσεννέπειν
243θέλουσ̓, επεὶ πολλάκις
244πατρὸς κατ̓ ανδρῶνας ευτραπέζους
245έμελψεν, ἁγνᾷ δ̓ αταύρωτος αυδᾷ πατρὸς
246φίλου τριτόσπονδον εύ -
247ποτμον παιῶνα φίλως ετίμα -

Χορός

248τὰ δ̓ ένθεν ού τ̓ εῖδον ού τ̓ εννέπω
249τέχναι δὲ Κάλχαντος ουκ άκραντοι.

250Δίκα δὲ τοῖς μὲν παθοῦς -
251ιν μαθεῖν επιρρέπει

252τὸ μέλλον δ̓, επεὶ γένοιτ̓, ὰν κλύοις
πρὸ χαιρέτω
253ίσον δὲ τῷ προστένειν.

254τορὸν γὰρ ἥξει σύνορθρον αυγαῖς

255πέλοιτο δ̓ οῦν τἀπὶ τούτοισιν εῦ πρᾶξις, ὡς
256θέλει τόδ̓ άγχιστον Α -
257πίας γαίας μονόφρουρον ἕρκος

Χορός

258ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος
259δίκη γάρ εστι φωτὸς αρχηγοῦ τίειν
260γυναῖκ̓ ερημωθέντος άρσενος θρόνου

261σὺ δ̓ εί τι κεδνὸν είτε μὴ πεπυσμένη
262ευαγγέλοισιν ελπίσιν θυηπολεῖς,
263κλύοιμ̓ ὰν εύφρων·
ου δὲ σιγώσῃ φθόνος.
264ευάγγελος μέν, ὥσπερ παροιμία,
265ἕως γένοιτο μητρὸς ευφρόνης πάρα.

266πεύσῃ δὲ χάρμα μεῖζον ελπίδος κλύειν

267Πριάμου γὰρ ᾑρήκασιν Αργεῖοι πόλιν

268πῶς φής
πέφευγε τοὔπος εξ απιστίας
269Τροίαν Αχαιῶν οῦσαν·
τορῶς λέγω
270χαρά μ̓ ὑφέρπει δάκρυον εκκαλουμένη

271εῦ γὰρ φρονοῦντος όμμα σοῦ κατηγορεῖ

272τί γὰρ τὸ πιστόν;
έστι τῶνδέ σοι τέκμαρ
273 έστιν
τί δ̓ ουχί; μὴ δολώσαντος θεοῦ.
274πότερα δ̓ ονείρων φάσματ̓ ευπιθῆ σέβεις

275ου δόξαν ὰν λάβοιμι βριζούσης φρενός

276αλλ̓ σ̓ επίανέν τις άπτερος φάτις

277παιδὸς νέας ὣς κάρτ̓ εμωμήσω φρένας.

278ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις

279τῆς νῦν τεκούσης φῶς τόδ̓ ευφρόνης λέγω.

280καὶ τίς τόδ̓ εξίκοιτ̓ ὰν αγγέλων τάχος

Κλυταιμήστρα

281Ἥφαιστος Ίδης λαμπρὸν εκπέμπων σέλας.
282φρυκτὸς δὲ φρυκτὸν δεῦῤ απ̓ αγγάρου πυρὸς
283έπεμπεν
Ίδη μὲν πρὸς Ἑρμαῖον λέπας
284Λήμνου·
μέγαν δὲ πανὸν εκ νήσου τρίτον
285Αθῷον αῖπος Ζηνὸς εξεδέξατο,
286ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
287ισχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν ?
288πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
289σέλας παραγγείλασα Μακίστου σκοπαῖς·

290 δ̓ ούτι μέλλων ου δ̓ αφρασμόνως ὕπνῳ
291νικώμενος παρῆκεν αγγέλου μέρος

292ἑκὰς δὲ φρυκτοῦ φῶς επ̓ Ευρίπου ῥοὰς
293Μεσσαπίου φύλαξι σημαίνει μολόν

294οἱ δ̓ αντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ερείκης θωμὸν ἅψαντες πυρί

296σθένουσα λαμπὰς δ̓ ουδέπω μαυρουμένη,
297ὑπερθοροῦσα πεδίον Ασωποῦ, δίκην
298φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
299ήγειρεν άλλην εκδοχὴν πομποῦ πυρός

300φάος δὲ τηλέπομπον ουκ ηναίνετο
301φρουρὰ πλέον καίουσα τῶν ειρημένων

302λίμνην δ̓ ὑπὲρ Γοργῶπιν έσκηψεν φάος

303όρος τ̓ επ̓ Αιγίπλαγκτον εξικνούμενον
304ώτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός

305πέμπουσι δ̓ ανδαίοντες αφθόνῳ μένει
306φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
307πορθμοῦ κάτοπτον πρῶν̓ ὑπερβάλλειν πρόσω
308φλέγουσαν
έστ̓ έσκηψεν εῦτ̓ αφίκετο
309Αραχναῖον αῖπος, αστυγείτονας σκοπάς·

310κἄπειτ̓ Ατρειδῶν ες τόδε σκήπτει στέγος
311φάος τόδ̓ ουκ άπαππον Ιδαίου πυρός

312τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
313άλλος παῤ άλλου διαδοχαῖς πληρούμενοι·

314νικᾷ δ̓ πρῶτος καὶ τελευταῖος δραμών

315τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
316ανδρὸς παραγγείλαντος εκ Τροίας εμοί

317θεοῖς μὲν αῦθις, γύναι, προσεύξομαι

318λόγους δ̓ ακοῦσαι τούσδε κἀποθαυμάσαι
319διηνεκῶς θέλοιμ̓ ὰν ὡς λέγοις πάλιν.

Κλυταιμήστρα

320Τροίαν Αχαιοὶ τῇδ̓ έχουσ̓ εν ἡμέρᾳ
321οῖμαι βοὴν άμεικτον εν πόλει πρέπειν

322όξος τ̓ άλειφά τ̓ εγχέας ταὐτῷ κύτει
323διχοστατοῦντ̓ άν, ου φίλω, προσεννέποις

324καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325φθογγὰς ακούειν έστι συμφορᾶς διπλῆς

326οἱ μὲν γὰρ αμφὶ σώμασιν πεπτωκότες
327ανδρῶν κασιγνήτων τε καὶ φυταλμίων
328παῖδες γερόντων ουκέτ̓ εξ ελευθέρου
329δέρης αποιμώζουσι φιλτάτων μόρον·

330τοὺς δ̓ αῦτε νυκτίπλαγκτος εκ μάχης πόνος
331νήστεις πρὸς αρίστοισιν ὧν έχει πόλις
332τάσσει, πρὸς ουδὲν εν μέρει τεκμήριον,
333αλλ̓ ὡς ἕκαστος έσπασεν τύχης πάλον

334εν δ̓ αιχμαλώτοις Τρωικοῖς οικήμασιν
335ναίουσιν ήδη, τῶν ὑπαιθρίων πάγων
336δρόσων τ̓ απαλλαγέντες, ὡς δ̓ ευδαίμονες
337αφύλακτον εὑδήσουσι πᾶσαν ευφρόνην.

338ει δ̓ εῦ σέβουσι τοὺς πολισσούχους θεοὺς
339τοὺς τῆς ἁλούσης γῆς θεῶν θ̓ ἱδρύματα,
340ού τἂν ἑλόντες αῦθις ανθαλοῖεν άν

341έρως δὲ μή τις πρότερον εμπίπτῃ στρατῷ
342πορθεῖν μὴ χρή, κέρδεσιν νικωμένους.

343δεῖ γὰρ πρὸς οίκους νοστίμου σωτηρίας
344κάμψαι διαύλου θάτερον κῶλον πάλιν·

345θεοῖς δ̓ αναμπλάκητος ει μόλοι στρατός,
346εγρηγορὸς τὸ πῆμα τῶν ολωλότων
347γένοιτ̓ άν, ει πρόσπαια μὴ τύχοι κακά

348τοιαῦτά τοι γυναικὸς εξ εμοῦ κλύεις

349τὸ δ̓ εῦ κρατοίη μὴ διχορρόπως ιδεῖν

350πολλῶν γὰρ εσθλῶν τήνδ̓ όνησιν εἱλόμην

351γύναι, κατ̓ άνδρα σώφρον̓ ευφρόνως λέγεις

352εγὼ δ̓ ακούσας πιστά σου τεκμήρια
353θεοὺς προσειπεῖν εῦ παρασκευάζομαι

354χάρις γὰρ ουκ άτιμος είργασται πόνων

Χορός

355 Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
356μεγάλων κόσμων κτεάτειρα,
357ήτ̓ επὶ Τροίας πύργοις έβαλες
358στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
359μήτ̓ οῦν νεαρῶν τιν̓ ὑπερτελέσαι
360μέγα δουλείας
361γάγγαμον, άτης παναλώτου.

362Δία τοι ξένιον μέγαν αιδοῦμαι
363τὸν τάδε πράξαντ̓ επ̓ Αλεξάνδρῳ
364τείνοντα πάλαι τόξον, ὅπως ὰν
365μήτε πρὸ καιροῦ μήθ̓ ὑπὲρ άστρων
366βέλος ηλίθιον σκήψειεν

Χορός

367Διὸς πλαγὰν έχουσιν ειπεῖν,
368πάρεστιν τοῦτό γ̓ εξιχνεῦσαι

369[ὡς] έπραξεν ὡς έκρανεν
ουκ έφα τις
370θεοὺς βροτῶν αξιοῦσθαι μέλειν
371ὅσοις αθίκτων χάρις
372πατοῖθ̓
δ̓ ουκ ευσεβής.
373πέφανται δ̓ εκτίνουσ̓
374ατολμήτων αρὴ
376πνεόντων μεῖζον δικαίως,
377φλεόντων δωμάτων ὑπέρφευ
378ὑπὲρ τὸ βέλτιστον.
έστω δ̓ απή -
379μαντον, ώστ̓ απαρκεῖν
380εῦ πραπίδων λαχόντα

381ου γὰρ έστιν έπαλξις
382πλούτου πρὸς κόρον ανδρὶ
383λακτίσαντι μέγαν Δίκας
384βωμὸν εις αφάνειαν

Χορός

385βιᾶται δ̓ τάλαινα πειθώ,
386προβούλου παῖς άφερτος άτας

387άκος δὲ πᾶν μάταιον.
ουκ εκρύφθη,
388πρέπει δέ, φῶς αινολαμπές, σίνος

389κακοῦ δὲ χαλκοῦ τρόπον
391τρίβῳ τε καὶ προσβολαῖς
392μελαμπαγὴς πέλει
393δικαιωθείς, επεὶ
394διώκει παῖς ποτανὸν όρνιν,
395πόλει πρόστριμμ̓ άφερτον ενθείς

396λιτᾶν δ̓ ακούει μὲν ούτις θεῶν

397τὸν δ̓ επίστροφον τῶν
398φῶτ̓ άδικον καθαιρεῖ

399οἷος καὶ Πάρις ελθὼν
400ες δόμον τὸν Ατρειδᾶν
401ῄσχυνε ξενίαν τράπε -
402ζαν κλοπαῖσι γυναικός

Χορός

403λιποῦσα δ̓ αστοῖσιν ασπίστοράς
404τε καὶ κλόνους λογχίμους
405ναυβάτας θ̓ ὁπλισμούς,
406άγουσά τ̓ αντίφερνον Ιλίῳ φθορὰν
407βέβακεν ῥίμφα διὰ
408πυλᾶν άτλητα τλᾶσα
πολλὰ δ̓ έστενον
409τόδ̓ εννέποντες δόμων προφῆται

410ιὼ ιὼ δῶμα δῶμα καὶ πρόμοι,
411ιὼ λέχος καὶ στίβοι φιλάνορες.

412πάρεστι σιγὰς ατίμους αλοιδόρους
413άλγιστ̓ αφημένων ιδεῖν

414πόθῳ δ̓ ὑπερποντίας
415φάσμα δόξει δόμων ανάσσειν

416ευμόρφων δὲ κολοσσῶν
417έχθεται χάρις ανδρί

418ομμάτων δ̓ εν αχηνίαις
419έρρει πᾶσ̓ Αφροδίτα

Χορός

420ονειρόφαντοι δὲ πενθήμονες
421πάρεισι δόξαι φέρου -
422σαι χάριν ματαίαν

423μάταν γάρ, εῦτ̓ ὰν εσθλά τις δοκῶν ὁρᾷ,
424παραλλάξασα διὰ
425χερῶν βέβακεν όψις ου μεθύστερον
426πτεροῖς οπαδοῦσ̓ ὕπνου κελεύθοις.

427τὰ μὲν κατ̓ οίκους εφ̓ ἑστίας άχη
428τάδ̓ εστὶ καὶ τῶνδ̓ ὑπερβατώτερα

429τὸ πᾶν δ̓ αφ̓ Ἕλλανος αίας συνορμένοις
430πένθεἰ ατλησικάρδιος
431δόμων ἑκάστου πρέπει

432πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ

433οὓς μὲν γάρ τις έπεμψεν
434οῖδεν, αντὶ δὲ φωτῶν
435τεύχη καὶ σποδὸς εις ἑκά -
436στου δόμους αφικνεῖται

Χορός

437 χρυσαμοιβὸς δ̓ Άρης σωμάτων
438καὶ ταλαντοῦχος εν μάχῃ δορὸς
439πυρωθὲν εξ Ιλίου
441φίλοισι πέμπει βαρὺ
442ψῆγμα δυσδάκρυτον αν -
443τήνορος σποδοῦ γεμί -
444ζων λέβητας ευθέτους

445στένουσι δ̓ εῦ λέγοντες άν -
446δρα τὸν μὲν ὡς μάχης ίδρις,
447τὸν δ̓ εν φοναῖς καλῶς πεσόντ̓ -
448αλλοτρίας διαὶ γυναι -
449κός·
τάδε σῖγά τις βαΰ -
450ζει, φθονερὸν δ̓ υπ̓ άλγος ἕρ -
451πει προδίκοις Ατρείδαις

452οἱ δ̓ αυτοῦ περὶ τεῖχος
453θήκας Ιλιάδος γᾶς
454εύμορφοι κατέχουσιν
εχ -
455θρὰ δ̓ έχοντας έκρυψεν

Χορός

456βαρεῖα δ̓ αστῶν φάτις ξὺν κότῳ·
457δημοκράντου δ̓ αρᾶς τίνει χρέος

458μένει δ̓ ακοῦσαί τί μου
459μέριμνα νυκτηρεφές

461τῶν πολυκτόνων γὰρ ουκ
462άσκοποι θεοί.
κελαι -
463ναὶ δ̓ Ερινύες χρόνῳ
464τυχηρὸν όντ̓ άνευ δίκας
465παλιντυχεῖ τριβᾷ βίου
466τιθεῖσ̓ αμαυρόν, εν δ̓ αί -
467στοις τελέθοντος ούτις αλ -
468κά·
τὸ δ̓ ὑπερκόπως κλύειν
469εῦ βαρύ·
βάλλεται γὰρ ός -
470σοις Διόθεν κάρανα

471κρίνω δ̓ άφθονον όλβον

472μήτ̓ είην πτολιπόρθης
473μήτ̓ οῦν αυτὸς ἁλοὺς υπ̓ άλ -
474λων βίον κατίδοιμι

Χορός

475πυρὸς δ̓ υπ̓ ευαγγέλου
476πόλιν διήκει θοὰ
477βάξις
ει δ̓ ετήτυμος,
478τίς οῖδεν, ή τι θεῖόν εστί πῃ ψύθος
-
479τίς ὧδε παιδνὸς φρενῶν κεκομμένος,
480φλογὸς παραγγέλμασιν
481νέοις πυρωθέντα καρδίαν έπειτ̓
482αλλαγᾷ λόγου καμεῖν ;-

483[ἐν] γυναικὸς αιχμᾷ πρέπει
484πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι
-
485πιθανὸς άγαν θῆλυς ὅρος επινέμεται
486ταχύπορος
αλλὰ ταχύμορον
487γυναικογήρυτον όλλυται κλέος

Χορός

488τάχ̓ εισόμεσθα λαμπάδων φαεσφόρων
489φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
491είτ̓ οῦν αληθεῖς εῖτ̓ ονειράτων δίκην
492τερπνὸν τόδ̓ ελθὸν φῶς εφήλωσεν φρένας.

493κήρυκ̓ απ̓ ακτῆς τόνδ̓ ὁρῶ κατάσκιον
494κλάδοις ελαίας
μαρτυρεῖ δέ μοι κάσις
495πηλοῦ ξύνουρος διψία κόνις τάδε,
496ὡς ού τ̓ άναυδος ού τε σοι δαίων φλόγα
497ὕλης ορείας σημανεῖ καπνῷ πυρός,
498αλλ̓ τὸ χαίρειν μᾶλλον εκβάξει λέγων -
499τὸν αντίον δὲ τοῖσδ̓ αποστέργω λόγον·

500εῦ γὰρ πρὸς εῦ φανεῖσι προσθήκη πέλοι
-
501ὅστις τάδ̓ άλλως τῇδ̓ επεύχεται πόλει,
502αυτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν

503ιὼ πατρῷον οῦδας Αργείας χθονός,
504δεκάτου σε φέγγει τῷδ̓ αφικόμην έτους,
505πολλῶν ῥαγεισῶν ελπίδων μιᾶς τυχών

506ου γάρ ποτ̓ ηύχουν τῇδ̓ εν Αργείᾳ χθονὶ
507θανὼν μεθέξειν φιλτάτου τάφου μέρος

508νῦν χαῖρε μὲν χθών, χαῖρε δ̓ ἡλίου φάος,
509ὕπατός τε χώρας Ζεύς, Πύθιός τ̓ άναξ,
510τόξοις ιάπτων μηκέτ̓ εις ἡμᾶς βέλη

511ἅλις παρὰ Σκάμανδρον ῆσθ̓ ανάρσιος

512νῦν δ̓ αῦτε σωτὴρ ίσθι καὶ παιώνιος,
513άναξ Άπολλον
τούς τ̓ αγωνίους θεοὺς
514πάντας προσαυδῶ, τόν τ̓ εμὸν τιμάορον
515Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
516ἥρως τε τοὺς πέμψαντας, ευμενεῖς πάλιν
517στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός

518ιὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
519σεμνοί τε θᾶκοι, δαίμονές τ̓ αντήλιοι,
520εί που πάλαι, φαιδροῖσι τοισίδ̓ όμμασι
521δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.

522ἥκει γὰρ ὑμῖν φῶς εν ευφρόνῃ φέρων
523καὶ τοῖσδ̓ ἅπασι κοινὸν Αγαμέμνων άναξ

524αλλ̓ εῦ νιν ασπάσασθε, καὶ γὰρ οῦν πρέπει
525Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
526Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον

527βωμοὶ δ̓ άιστοι καὶ θεῶν ἱδρύματα,
528καὶ σπέρμα πάσης εξαπόλλυται χθονός.

529τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
530άναξ Ατρείδης πρέσβυς ευδαίμων ανὴρ
531ἥκει, τίεσθαι δ̓ αξιώτατος βροτῶν
532τῶν νῦν
Πάρις γὰρ ού τε συντελὴς πόλις
533εξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.

534οφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
535τοῦ ῥυσίου θ̓ ἥμαρτε καὶ πανώλεθρον
536αυτόχθονον πατρῷον έθρισεν δόμον

537διπλᾶ δ̓ έτεισαν Πριαμίδαι θἀμάρτια

Χορός

538κῆρυξ Αχαιῶν χαῖρε τῶν απὸ στρατοῦ
539χαίρω γε
τεθνάναι δ̓ ουκέτ̓ αντερῶ θεοῖς
540έρως πατρῴας τῆσδε γῆς σ̓ εγύμνασεν

541ώστ̓ ενδακρύειν γ̓ όμμασιν χαρᾶς ὕπο.

542τερπνῆς άῤ ῆτε τῆσδ̓ επήβολοι νόσου

543πῶς δή;
διδαχθεὶς τοῦδε δεσπόσω λόγου
544τῶν αντερώντων ἱμέρῳ πεπληγμένοι.

545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις

546ὡς πόλλ̓ αμαυρᾶς εκ φρενός μ̓ αναστένειν

547πόθεν τὸ δύσφρον τοῦτ̓ επῆν θυμῷ στύγος

548πάλαι τὸ σιγᾶν φάρμακον βλάβης έχω

549καὶ πῶς;
απόντων κοιράνων έτρεις τινάς
550ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

551εῦ γὰρ πέπρακται
ταῦτα δ̓ εν πολλῷ χρόνῳ
552τὰ μέν τις ὰν λέξειεν ευπετῶς έχειν,
553τὰ δ̓ αῦτε κἀπίμομφα.
τίς δὲ πλὴν θεῶν
554άπαντ̓ απήμων τὸν δἰ αιῶνος χρόνον;

555μόχθους γὰρ ει λέγοιμι καὶ δυσαυλίας,
556σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ̓ ου
557στένοντες, ? ου λαχόντες ? ήματος μέρος;

558τὰ δ̓ αῦτε χέρσῳ καὶ προσῆν πλέον στύγος

559ευναὶ γὰρ ῆσαν δηΐων πρὸς τείχεσιν

560εξ ουρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
561δρόσοι κατεψάκαζον, έμπεδον σίνος
562εσθημάτων, τιθέντες ένθηρον τρίχα

563χειμῶνα δ̓ ει λέγοι τις οιωνοκτόνον,
564οἷον παρεῖχ̓ άφερτον Ιδαία χιών,
565 θάλπος, εῦτε πόντος εν μεσημβριναῖς
566κοίταις ακύμων νηνέμοις εὕδοι πεσών
567τί ταῦτα πενθεῖν δεῖ
παροίχεται πόνος
568παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
569τὸ μήποτ̓ αῦθις μη δ̓ αναστῆναι μέλειν

570τί τοὺς αναλωθέντας εν ψήφῳ λέγειν,
571τὸν ζῶντα δ̓ αλγεῖν χρὴ τύχης παλιγκότου

572καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ

573ἡμῖν δὲ τοῖς λοιποῖσιν Αργείων στρατοῦ
574νικᾷ τὸ κέρδος, πῆμα δ̓ ουκ αντιρρέπει

575ὡς κομπάσαι τῷδ̓ εικὸς ἡλίου φάει
576ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·

577Τροίαν ἑλόντες δή ποτ̓ Αργείων στόλος
578θεοῖς λάφυρα ταῦτα τοῖς καθ̓ Ἑλλάδα
579δόμοις επασσάλευσαν αρχαῖον γάνος.

580τοιαῦτα χρὴ κλύοντας ευλογεῖν πόλιν
581καὶ τοὺς στρατηγούς
καὶ χάρις τιμήσεται
582Διὸς τόδ̓ εκπράξασα
πάντ̓ έχεις λόγον

Χορός

583νικώμενος λόγοισιν ουκ αναίνομαι
584αεὶ γὰρ ἥβη τοῖς γέρουσιν εῦ μαθεῖν.

585δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
586εικὸς μάλιστα, σὺν δὲ πλουτίζειν εμέ.

587ανωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
588ότ̓ ῆλθ̓ πρῶτος νύχιος άγγελος πυρός,
589φράζων ἅλωσιν Ιλίου τ̓ ανάστασιν

590καί τίς μ̓ ενίπτων εῖπε, φρυκτωρῶν δία
591πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς

592 κάρτα πρὸς γυναικὸς αίρεσθαι κέαρ.

593λόγοις τοιούτοις πλαγκτὸς οῦσ̓ εφαινόμην

594ὅμως δ̓ έθυον, καὶ γυναικείῳ νόμῳ
595ολολυγμὸν άλλος άλλοθεν κατὰ πτόλιν
596έλασκον ευφημοῦντες εν θεῶν ἕδραις
597θυηφάγον κοιμῶντες ευώδη φλόγα

598καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν

599άνακτος αυτοῦ πάντα πεύσομαι λόγον

600ὅπως δ̓ άριστα τὸν εμὸν αιδοῖον πόσιν
601σπεύσω πάλιν μολόντα δέξασθαι
- τί γὰρ
602γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
603απὸ στρατείας ανδρὶ σώσαντος θεοῦ
604πύλας ανοῖξαι ;-
ταῦτ̓ απάγγειλον πόσει
605ἥκειν ὅπως τάχιστ̓ εράσμιον πόλει·

606γυναῖκα πιστὴν δ̓ εν δόμοις εὕροι μολὼν
607οἵαν περ οῦν έλειπε, δωμάτων κύνα
608εσθλὴν εκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
609καὶ τἄλλ̓ ὁμοίαν πάντα, σημαντήριον
610ουδὲν διαφθείρασαν εν μήκει χρόνου

611ου δ̓ οῖδα τέρψιν ου δ̓ επίψογον φάτιν
612άλλου πρὸς ανδρὸς μᾶλλον χαλκοῦ βαφάς.

Κῆρυξ

613τοιόσδ̓ κόμπος τῆς αληθείας γέμων
614ουκ αισχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.

615αὕτη μὲν οὕτως εῖπε μανθάνοντί σοι
616τοροῖσιν ἑρμηνεῦσιν ευπρεπῶς λόγον

617σὺ δ̓ ειπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι

618ει νόστιμός τε καὶ σεσωσμένος πάλιν
619ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.

620ουκ έσθ̓ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
621ες τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον

622πῶς δῆτ̓ ὰν ειπὼν κεδνὰ τἀληθῆ τύχοις

623σχισθέντα δ̓ ουκ εύκρυπτα γίγνεται τάδε

624ἁνὴρ άφαντος εξ Αχαιικοῦ στρατοῦ,
625αυτός τε καὶ τὸ πλοῖον.
ου ψευδῆ λέγω
626πότερον αναχθεὶς εμφανῶς εξ Ιλίου,
627 χεῖμα, κοινὸν άχθος, ἥρπασε στρατοῦ;

628έκυρσας ὥστε τοξότης άκρος σκοποῦ·

629μακρὸν δὲ πῆμα συντόμως εφημίσω

630πότερα γὰρ αυτοῦ ζῶντος τεθνηκότος
631φάτις πρὸς άλλων ναυτίλων εκλῄζετο

632ουκ οῖδεν ουδεὶς ώστ̓ απαγγεῖλαι τορῶς,
633πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν

634πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
635ελθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ

Κῆρυξ

636εύφημον ῆμαρ ου πρέπει κακαγγέλῳ
637γλώσσῃ μιαίνειν
χωρὶς τιμὴ θεῶν.
638ὅταν δ̓ απευκτὰ πήματ̓ άγγελος πόλει
639στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
640πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
641πολλοὺς δὲ πολλῶν εξαγισθέντας δόμων
642άνδρας διπλῇ μάστιγι, τὴν Άρης φιλεῖ,
643δίλογχον άτην, φοινίαν ξυνωρίδα·

644τοιῶνδε μέντοι πημάτων σεσαγμένον
645πρέπει λέγειν παιᾶνα τόνδ̓ Ερινύων

646σωτηρίων δὲ πραγμάτων ευάγγελον
647ἥκοντα πρὸς χαίρουσαν ευεστοῖ πόλιν,
648πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
649χειμῶν̓ Αχαιοῖς ουκ αμήνιτον θεῶν

650ξυνώμοσαν γάρ, όντες έχθιστοι τὸ πρίν,
651πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ̓ εδειξάτην
652φθείροντε τὸν δύστηνον Αργείων στρατόν

653εν νυκτὶ δυσκύμαντα δ̓ ωρώρει κακά

654ναῦς γὰρ πρὸς αλλήλαισι Θρῄκιαι πνοαὶ
655ήρεικον
αἱ δὲ κεροτυπούμεναι βίᾳ
656χειμῶνι τυφῶ σὺν ζάλῃ τ̓ ομβροκτύπῳ
657ῴχοντ̓ άφαντοι ποιμένος κακοῦ στρόβῳ

658επεὶ δ̓ ανῆλθε λαμπρὸν ἡλίου φάος,
659ὁρῶμεν ανθοῦν πέλαγος Αιγαῖον νεκροῖς
660ανδρῶν Αχαιῶν ναυτικοῖς τ̓ ερειπίοις

661ἡμᾶς γε μὲν δὴ ναῦν τ̓ ακήρατον σκάφος
662ήτοι τις εξέκλεψεν ξῃτήσατο
663θεός τις, ουκ άνθρωπος, οίακος θιγών

664τύχη δὲ σωτὴρ ναῦν θέλουσ̓ εφέζετο,
665ὡς μήτ̓ εν ὅρμῳ κύματος ζάλην έχειν
666μήτ̓ εξοκεῖλαι πρὸς κραταίλεων χθόνα

667έπειτα δ̓ Ἅιδην πόντιον πεφευγότες,
668λευκὸν κατ̓ ῆμαρ, ου πεποιθότες τύχῃ,
669εβουκολοῦμεν φροντίσιν νέον πάθος,
670στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου

671καὶ νῦν εκείνων εί τίς εστιν εμπνέων,
672λέγουσιν ἡμᾶς ὡς ολωλότας, τί μή;

673ἡμεῖς τ̓ εκείνους ταὔτ̓ έχειν δοξάζομεν

674γένοιτο δ̓ ὡς άριστα
Μενέλεων γὰρ οῦν
675πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν

676ει γοῦν τις ακτὶς ἡλίου νιν ἱστορεῖ
677καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
678ούπω θέλοντος εξαναλῶσαι γένος,
679ελπίς τις αυτὸν πρὸς δόμους ἥξειν πάλιν.

680τοσαῦτ̓ ακούσας ίσθι τἀληθῆ κλύων

Χορός

681τίς ποτ̓ ωνόμαζεν ῶδ̓
682ες τὸ πᾶν ετητύμως -
683μή τις όντιν̓ ουχ ὁρῶμεν προνοί -
684αισι τοῦ πεπρωμένου
685γλῶσσαν εν τύχᾳ νέμων ;-

686τὰν δορίγαμβρον αμφινει -
687κῆ θ̓ Ἑλέναν;
επεὶ πρεπόντως
688ἑλένας, ἕλανδρος, ἑλέ -
689πτολις, εκ τῶν ἁβροτίμων
691προκαλυμμάτων έπλευσε
692ζεφύρου γίγαντος αύρᾳ,
693πολύανδροί τε φεράσπιδες κυναγοὶ
694κατ̓ ίχνος πλατᾶν άφαντον
696κελσάντων Σιμόεντος α -
697κτὰς επ̓ αεξιφύλλους
698δἰ έριν αἱματόεσσαν.

Χορός

699Ιλίῳ δὲ κῆδος ορθ -
700ώνυμον τελεσσίφρων
701μῆνις ήλασεν, τραπέζας ατί -
702μωσιν ὑστέρῳ χρόνῳ
703καὶ ξυνεστίου Διὸς
704πρασσομένα τὸ νυμφότι -
705μον μέλος εκφάτως τίοντας,
707ὑμέναιον, ὃς τότ̓ επέρ -
708ρεπεν γαμβροῖσιν αείδειν

709μεταμανθάνουσα δ̓ ὕμνον
710Πριάμου πόλις γεραιὰ
711πολύθρηνον μέγα που στένει κικλήσκου -
712σα Πάριν τὸν αινόλεκτρον,
713παμπορθῆ πολύθρηνον
714αιῶνα διαὶ πολιτᾶν
715μέλεον αῖμ̓ ανατλᾶσα

Χορός

716έθρεψεν δὲ λέοντος -
717νιν δόμοις αγάλακτον οὕ -
718τως ανὴρ φιλόμαστον,
719εν βιότου προτελείοις
721ἅμερον, ευφιλόπαιδα
722καὶ γεραροῖς επίχαρτον

723πολέα δ̓ έσχ̓ εν αγκάλαις
724νεοτρόφου τέκνου δίκαν,
725φαιδρωπὸς ποτὶ χεῖρα σαί -
726νων τε γαστρὸς ανάγκαις

Χορός

727χρονισθεὶς δ̓ απέδειξεν -
728θος τὸ πρὸς τοκέων
χάριν
729γὰρ τροφεῦσιν αμείβων
730μηλοφόνοισιν εν άταις
731δαῖτ̓ ακέλευστος έτευξεν

732αἵματι δ̓ οῖκος εφύρθη,
733άμαχον άλγος οικέταις
734μέγα σίνος πολυκτόνον.

735εκ θεοῦ δ̓ ἱερεύς τις ά -
736τας δόμοις προσεθρέφθη

Χορός

737πάραυτα δ̓ ελθεῖν ες Ιλίου πόλιν
738λέγοιμ̓ ὰν φρόνημα μὲν
739νηνέμου γαλάνας,
740ακασκαῖον δ̓ άγαλμα πλούτου,
741μαλθακὸν ομμάτων βέλος,
742δηξίθυμον έρωτος άνθος

743παρακλίνασ̓ επέκρανεν
744δὲ γάμου πικρὰς τελευτάς,
746δύσεδρος καὶ δυσόμιλος
747συμένα Πριαμίδαισιν,
748πομπᾷ Διὸς ξενίου,
749νυμφόκλαυτος Ερινύς

Χορός

750παλαίφατος δ̓ εν βροτοῖς γέρων λόγος
751τέτυκται, μέγαν τελε -
752σθέντα φωτὸς όλβον
753τεκνοῦσθαι μη δ̓ άπαιδα θνῄσκειν,
754εκ δ̓ αγαθᾶς τύχας γένει
756βλαστάνειν ακόρεστον οιζύν

757δίχα δ̓ άλλων μονόφρων ει -
758μί
τὸ δυσσεβὲς γὰρ έργον
759μετὰ μὲν πλείονα τίκτει,
760σφετέρᾳ δ̓ εικότα γέννᾳ

761οίκων δ̓ άῤ ευθυδίκων
762καλλίπαις πότμος αιεί.

Χορός

763φιλεῖ δὲ τίκτειν Ὕβρις
764μὲν παλαιὰ νεά -
765ζουσαν εν κακοῖς βροτῶν
766ὕβριν τότ̓ τόθ̓, ὅτε τὸ κύρ -
767ιον μόλῃ φάος τόκου,
768δαίμονά τε τὰν άμαχον απόλεμ -
769ον, ανίερον Θράσος, μελαί -
770νας μελάθροισιν Άτας,
771ειδομένας τοκεῦσιν

Χορός

772Δίκα δὲ λάμπει μὲν εν
773δυσκάπνοις δώμασιν,
774τὸν δ̓ εναίσιμον τίει [βίον]

776τὰ χρυσόπαστα δ̓ έδεθλα σὺν
777πίνῳ χερῶν παλιντρόποις
778όμμασι λιποῦσ̓, ὅσια προσέμολ -
779ε, δύναμιν ου σέβουσα πλού -
780του παράσημον αίνῳ

781πᾶν δ̓ επὶ τέρμα νωμᾷ

Χορός

782άγε δή, βασιλεῦ, Τροίας πτολίπορθ̓,
783Ατρέως γένεθλον,
784πῶς σε προσείπω
πῶς σε σεβίζω
786μήθ̓ ὑπεράρας μήθ̓ ὑποκάμψας
787καιρὸν χάριτος

788πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εῖναι
789προτίουσι δίκην παραβάντες

790τῷ δυσπραγοῦντι δ̓ επιστενάχειν
791πᾶς τις ἕτοιμος·
δῆγμα δὲ λύπης
792ουδὲν εφ̓ ἧπαρ προσικνεῖται

793καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
794αγέλαστα πρόσωπα βιαζόμενοι

795ὅστις δ̓ αγαθὸς προβατογνώμων,
796ουκ έστι λαθεῖν όμματα φωτός,
797τὰ δοκοῦντ̓ εύφρονος εκ διανοίας
798ὑδαρεῖ σαίνειν φιλότητι.

799σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
800Ἑλένης ένεκ̓, ου γάρ σ̓ επικεύσω,
801κάρτ̓ απομούσως ῆσθα γεγραμμένος,
802ου δ̓ εῦ πραπίδων οίακα νέμων
803θράσος εκ θυσιῶν
804ανδράσι θνῄσκουσι κομίζων

805νῦν δ̓ ουκ απ̓ άκρας φρενὸς ου δ̓ αφίλως
806εύφρων πόνος εῦ τελέσασιν.

808γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
809τόν τε δικαίως καὶ τὸν ακαίρως πόλιν οικουροῦντα πολιτῶν.

Ἀγαμέμνων

810πρῶτον μὲν Άργος καὶ θεοὺς εγχωρίους
811δίκη προσειπεῖν, τοὺς εμοὶ μεταιτίους
812νόστου δικαίων θ̓ ὧν επραξάμην πόλιν
813Πριάμου·
δίκας γὰρ ουκ απὸ γλώσσης θεοὶ
814κλύοντες ανδροθνῆτας Ιλίου φθορὰς
815ες αἱματηρὸν τεῦχος ου διχορρόπως
816ψήφους έθεντο
τῷ δ̓ εναντίῳ κύτει
817ελπὶς προσῄει χειρὸς ου πληρουμένῳ

818καπνῷ δ̓ ἁλοῦσα νῦν έτ̓ εύσημος πόλις.

819άτης θύελλαι ζῶσι
συνθνῄσκουσα δὲ
820σποδὸς προπέμπει πίονας πλούτου πνοάς

821τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
822τίνειν, επείπερ καὶ πάγας ὑπερκότους
823εφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
824πόλιν διημάθυνεν Αργεῖον δάκος,
825ἵππου νεοσσός, ασπιδηφόρος λεώς,
826πήδημ̓ ορούσας αμφὶ Πλειάδων δύσιν

827ὑπερθορὼν δὲ πύργον ωμηστὴς λέων
828άδην έλειξεν αἵματος τυραννικοῦ

829θεοῖς μὲν εξέτεινα φροίμιον τόδε

830τὰ δ̓ ες τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
831καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ̓ έχεις

832παύροις γὰρ ανδρῶν εστι συγγενὲς τόδε,
833φίλον τὸν ευτυχοῦντ̓ άνευ φθόνου σέβειν

834δύσφρων γὰρ ιὸς καρδίαν προσήμενος
835άχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
836τοῖς τ̓ αυτὸς αὑτοῦ πήμασιν βαρύνεται
837καὶ τὸν θυραῖον όλβον εισορῶν στένει

838ειδὼς λέγοιμ̓ άν, εῦ γὰρ εξεπίσταμαι
839ὁμιλίας κάτοπτρον, είδωλον σκιᾶς
840δοκοῦντας εῖναι κάρτα πρευμενεῖς εμοί

841μόνος δ̓ Οδυσσεύς, ὅσπερ ουχ ἑκὼν έπλει,
842ζευχθεὶς ἕτοιμος ῆν εμοὶ σειραφόρος

843είτ̓ οῦν θανόντος είτε καὶ ζῶντος πέρι
844λέγω

845τὰ δ̓ άλλα πρὸς πόλιν τε καὶ θεοὺς κοινοὺς αγῶνας θέντες εν πανηγύρει
846βουλευσόμεσθα
καὶ τὸ μὲν καλῶς έχον
847ὅπως χρονίζον εῦ μενεῖ βουλευτέον

848ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
849ήτοι κέαντες τεμόντες ευφρόνως
850πειρασόμεσθα πῆμ̓ αποστρέψαι νόσου

851νῦν δ̓ ες μέλαθρα καὶ δόμους εφεστίους
852ελθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
853οἵπερ πρόσω πέμψαντες ήγαγον πάλιν

854νίκη δ̓ επείπερ έσπετ̓, εμπέδως μένοι

Κλυταιμήστρα

855άνδρες πολῖται, πρέσβος Αργείων τόδε,
856ουκ αισχυνοῦμαι τοὺς φιλάνορας τρόπους
857λέξαι πρὸς ὑμᾶς
εν χρόνῳ δ̓ αποφθίνει
858τὸ τάρβος ανθρώποισιν

859ουκ άλλων πάρα
860μαθοῦσ̓, εμαυτῆς δύσφορον λέξω βίον τοσόνδ̓ ὅσον περ οὗτος ῆν υπ̓ Ιλίῳ

861τὸ μὲν γυναῖκα πρῶτον άρσενος δίχα
862ἧσθαι δόμοις έρημον έκπαγλον κακόν,
863πολλὰς κλύουσαν κληδόνας παλιγκότους·

864καὶ τὸν μὲν ἥκειν, τὸν δ̓ επεσφέρειν κακοῦ
865κάκιον άλλο πῆμα, λάσκοντας δόμοις.

866καὶ τραυμάτων μὲν ει τόσων ετύγχανεν
867ανὴρ όδ̓, ὡς πρὸς οῖκον ωχετεύετο
868φάτις, τέτρηται δικτύου πλέον λέγειν

869ει δ̓ ῆν τεθνηκώς, ὡς επλήθυον λόγοι,
870τρισώματός τἂν Γηρυὼν δεύτερος [
871πολλὴν άνωθεν, τὴν κάτω γὰρ ου λέγω,]
872χθονὸς τρίμοιρον χλαῖναν εξηύχει λαβεῖν,
873ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι

874τοιῶνδ̓ ἕκατι κληδόνων παλιγκότων
875πολλὰς άνωθεν αρτάνας εμῆς δέρης
876έλυσαν άλλοι πρὸς βίαν λελημμένης

877εκ τῶνδέ τοι παῖς ενθάδ̓ ου παραστατεῖ,
878εμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
879ὡς χρῆν, Ορέστης
μη δὲ θαυμάσῃς τόδε
880τρέφει γὰρ αυτὸν ευμενὴς δορύξενος
881Στρόφιος Φωκεύς, αμφίλεκτα πήματα
882εμοὶ προφωνῶν, τόν θ̓ υπ̓ Ιλίῳ σέθεν
883κίνδυνον, εί τε δημόθρους αναρχία
884βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
885βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.

886τοιάδε μέντοι σκῆψις ου δόλον φέρει

Κλυταιμήστρα

887έμοιγε μὲν δὴ κλαυμάτων επίσσυτοι
888πηγαὶ κατεσβήκασιν, ου δ̓ ένι σταγών

889εν οψικοίτοις δ̓ όμμασιν βλάβας έχω
890τὰς αμφί σοι κλαίουσα λαμπτηρουχίας
891ατημελήτους αιέν
εν δ̓ ονείρασιν
892λεπταῖς ὑπαὶ κώνωπος εξηγειρόμην
893ῥιπαῖσι θωύσσοντος, αμφί σοι πάθη
894ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου

895νῦν ταῦτα πάντα τλᾶσ̓ απενθήτῳ φρενὶ
896λέγοιμ̓ ὰν άνδρα τόνδε τῶν σταθμῶν κύνα,
897σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
898στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
899καὶ γῆν φανεῖσαν ναυτίλοις παῤ ελπίδα,
900κάλλιστον ῆμαρ εισιδεῖν εκ χείματος,
901ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος

902τερπνὸν δὲ τἀναγκαῖον εκφυγεῖν ἅπαν.

903τοιοῖσδέ τοί νιν αξιῶ προσφθέγμασιν

904φθόνος δ̓ απέστω
πολλὰ γὰρ τὰ πρὶν κακὰ
905ηνειχόμεσθα

906νῦν δέ μοι, φίλον κάρα,
907έκβαιν̓ απήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
908τὸν σὸν πόδ̓, ῶναξ, Ιλίου πορθήτορα

909δμῳαί, τί μέλλεθ̓, αἷς επέσταλται τέλος
910πέδον κελεύθου στρωννύναι πετάσμασιν
ευθὺς γενέσθω πορφυρόστρωτος πόρος
911ες δῶμ̓ άελπτον ὡς ὰν ἡγῆται δίκη

912τὰ δ̓ άλλα φροντὶς ουχ ὕπνῳ νικωμένη
913θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα

Ἀγαμέμνων

914Λήδας γένεθλον, δωμάτων εμῶν φύλαξ,
915απουσίᾳ μὲν εῖπας εικότως εμῇ

916μακρὰν γὰρ εξέτεινας
αλλ̓ εναισίμως
917αινεῖν, παῤ άλλων χρὴ τόδ̓ έρχεσθαι γέρας

918καὶ τἄλλα μὴ γυναικὸς εν τρόποις εμὲ
919ἅβρυνε, μη δὲ βαρβάρου φωτὸς δίκην
920χαμαιπετὲς βόαμα προσχάνῃς εμοί,
921μη δ̓ εἵμασι στρώσασ̓ επίφθονον πόρον
922τίθει
θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών
923εν ποικίλοις δὲ θνητὸν όντα κάλλεσιν
924βαίνειν εμοὶ μὲν ουδαμῶς άνευ φόβου.

925λέγω κατ̓ άνδρα, μὴ θεόν, σέβειν εμέ

926χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
927κληδὼν αυτεῖ
καὶ τὸ μὴ κακῶς φρονεῖν
928θεοῦ μέγιστον δῶρον.
ολβίσαι δὲ χρὴ
929βίον τελευτήσαντ̓ εν ευεστοῖ φίλῃ

930ει πάντα δ̓ ὣς πράσσοιμ̓ άν, ευθαρσὴς εγώ.

931καὶ μὴν τόδ̓ ειπὲ μὴ παρὰ γνώμην εμοί

932γνώμην μὲν ίσθι μὴ διαφθεροῦντ̓ εμέ

933ηύξω θεοῖς δείσας ὰν ῶδ̓ έρδειν τάδε

934είπερ τις, ειδώς γ̓ εῦ τόδ̓ εξεῖπον τέλος.

935τί δ̓ ὰν δοκεῖ σοι Πρίαμος, ει τάδ̓ ήνυσεν;

936εν ποικίλοις ὰν κάρτα μοι βῆναι δοκεῖ

937μή νυν τὸν ανθρώπειον αιδεσθῇς ψόγον

938φήμη γε μέντοι δημόθρους μέγα σθένει

939 δ̓ αφθόνητός γ̓ ουκ επίζηλος πέλει

940ούτοι γυναικός εστιν ἱμείρειν μάχης

941τοῖς δ̓ ολβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει

942 καὶ σὺ νίκην τήνδε δήριος τίεις

943 πιθοῦ
κράτος μέντοι πάρες γ̓ ἑκὼν εμοί

Ἀγαμέμνων

944αλλ̓ ει δοκεῖ σοι ταῦθ̓, ὑπαί τις αρβύλας
945λύοι τάχος, πρόδουλον έμβασιν ποδός

946καὶ τοῖσδέ μ̓ εμβαίνονθ̓ ἁλουργέσιν θεῶν
947μή τις πρόσωθεν όμματος βάλοι φθόνος

948πολλὴ γὰρ αιδὼς δωματοφθορεῖν ποσὶν
949φθείροντα πλοῦτον αργυρωνήτους θ̓ ὑφάς.

950τούτων μὲν οὕτω·
τὴν ξένην δὲ πρευμενῶς
951τήνδ̓ εσκόμιζε
τὸν κρατοῦντα μαλθακῶς
952θεὸς πρόσωθεν ευμενῶς προσδέρκεται

953ἑκὼν γὰρ ουδεὶς δουλίῳ χρῆται ζυγῷ

954αὕτη δὲ πολλῶν χρημάτων εξαίρετον
955άνθος, στρατοῦ δώρημ̓, εμοὶ ξυνέσπετο

956επεὶ δ̓ ακούειν σοῦ κατέστραμμαι τάδε,
957εῖμ̓ ες δόμων μέλαθρα πορφύρας πατῶν

958έστιν θάλασσα, τίς δέ νιν κατασβέσει

959τρέφουσα πολλῆς πορφύρας ισάργυρον
960κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.

961οῖκος δ̓ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
962έχειν
πένεσθαι δ̓ ουκ επίσταται δόμος
963πολλῶν πατησμὸν δ̓ εἱμάτων ὰν ηυξάμην,
964δόμοισι προυνεχθέντος εν χρηστηρίοις,
965ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ

966ῥίζης γὰρ ούσης φυλλὰς ίκετ̓ ες δόμους,
967σκιὰν ὑπερτείνασα σειρίου κυνός

968καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
969θάλπος μὲν εν χειμῶνι σημαίνεις μολόν

970ὅταν δὲ τεύχῃ Ζεὺς απ̓ όμφακος πικρᾶς
971οῖνον, τότ̓ ήδη ψῦχος εν δόμοις πέλει,
972ανδρὸς τελείου δῶμ̓ επιστρωφωμένου

973Ζεῦ, Ζεῦ τέλειε, τὰς εμὰς ευχὰς τέλει

974μέλοι δέ τοι σοὶ τῶν περ ὰν μέλλῃς τελεῖν

Χορός

975τίπτε μοι τόδ̓ εμπέδως
976δεῖμα προστατήριον
977καρδίας τερασκόπου ποτᾶται,
978μαντιπολεῖ δ̓ ακέλευστος άμισθος αοιδά,
979ου δ̓ αποπτύσαι δίκαν
981δυσκρίτων ονειράτων
982θάρσος ευπειθὲς -
983ζει φρενὸς φίλον θρόνον

984χρόνος δ̓ επὶ πρυμνησίων ξυνεμβολαῖς
985ψαμμί̓ ακτᾶς παρή -
986μησεν, εῦθ̓ υπ̓ Ίλιον
987ῶρτο ναυβάτας στρατός

Χορός

988πεύθομαι δ̓ απ̓ ομμάτων
989νόστον, αυτόμαρτυς ών

990τὸν δ̓ άνευ λύρας ὅμως ὑμνῳδεῖ
991θρῆνον Ερινύος αυτοδίδακτος έσωθεν
992θυμός, ου τὸ πᾶν έχων
993ελπίδος φίλον θράσος

994σπλάγχνα δ̓ ούτοι ματᾴ -
996ζει πρὸς ενδίκοις φρεσὶν
997τελεσφόροις δίναις κυκώμενον κέαρ.

998εύχομαι δ̓ εξ εμᾶς
999ελπίδος ψύθη πεσεῖν
1000ες τὸ μὴ τελεσφόρον

Χορός

1001μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
1002ακόρεστον τέρμα·
νόσος γάρ
1003γείτων ὁμότοιχος ερείδει

1004καὶ πότμος ευθυπορῶν
1006ανδρὸς έπαισεν άφαντον ἕρμα

1008καὶ πρὸ μέν τι χρημάτων
1009κτησίων όκνος βαλὼν
1010σφενδόνας απ̓ ευμέτρου,
1011ουκ έδυ πρόπας δόμος
1012πημονᾶς γέμων άγαν,
1013ου δ̓ επόντισε σκάφος

1014πολλά τοι δόσις εκ Διὸς αμφιλα -
1015φής τε καὶ εξ αλόκων επετειᾶν
1016νῆστιν ώλεσεν νόσον

Χορός

1017τὸ δ̓ επὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
1018πρόπαρ ανδρὸς μέλαν αἷμα τίς ὰν
1021πάλιν αγκαλέσαιτ̓ επαείδων

1022ου δὲ τὸν ορθοδαῆ
1023τῶν φθιμένων ανάγειν
1024Ζεὺς απέπαυσεν επ̓ ευλαβείᾳ

1025ει δὲ μὴ τεταγμένα
1026μοῖρα μοῖραν εκ θεῶν
1027εῖργε μὴ πλέον φέρειν,
1028προφθάσασα καρδία
1029γλῶσσαν ὰν τάδ̓ εξέχει

1030νῦν δ̓ ὑπὸ σκότῳ βρέμει
1031θυμαλγής τε καὶ ουδὲν επελπομέν -
1032α ποτὲ καίριον εκτολυπεύσειν
1033ζωπυρουμένας φρενός

Κλυταιμήστρα

1034είσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
1036επεί σ̓ έθηκε Ζεὺς αμηνίτως δόμοις
1037κοινωνὸν εῖναι χερνίβων, πολλῶν μέτα
1038δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας

1039έκβαιν̓ απήνης τῆσδε, μη δ̓ ὑπερφρόνει

1040καὶ παῖδα γάρ τοί φασιν Αλκμήνης ποτὲ
1041πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν

1042ει δ̓ οῦν ανάγκη τῆσδ̓ επιρρέποι τύχης,
1043αρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.

1044οἳ δ̓ ούποτ̓ ελπίσαντες ήμησαν καλῶς,
1045ωμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.

1046έχεις παῤ ἡμῶν οἷά περ νομίζεται

1047σοί τοι λέγουσα παύεται σαφῆ λόγον

1048εντός δ̓ ὰν οῦσα μορσίμων αγρευμάτων
1049πείθοἰ άν, ει πείθοἰ
απειθοίης δ̓ ίσως
1050αλλ̓ είπερ εστι μὴ χελιδόνος δίκην
1051αγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
1052έσω φρενῶν λέγουσα πείθω νιν λόγῳ

1053 ἕπου
τὰ λῷστα τῶν παρεστώτων λέγει
1054πιθοῦ λιποῦσα τόνδ̓ ἁμαξήρη θρόνον

1055ούτοι θυραίᾳ τῇδ̓ εμοὶ σχολὴ πάρα
1056τρίβειν
τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
1057ἕστηκεν ήδη μῆλα πρὸς σφαγὰς πάρος,
1058ὡς ούποτ̓ ελπίσασι τήνδ̓ ἕξειν χάριν

1059σὺ δ̓ εί τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει

1060ει δ̓ αξυνήμων οῦσα μὴ δέχῃ λόγον,
1061σὺ δ̓ αντὶ φωνῆς φράζε καρβάνῳ χερί

1062ἑρμηνέως έοικεν ξένη τοροῦ
1063δεῖσθαι
τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
1064 μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1065ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
1066ἥκει, χαλινὸν δ̓ ουκ επίσταται φέρειν,
1067πρὶν αἱματηρὸν εξαφρίζεσθαι μένος

1068ου μὴν πλέω ῥίψασ̓ ατιμασθήσομαι

1069εγὼ δ̓, εποικτίρω γάρ, ου θυμώσομαι

1070ίθ̓, τάλαινα, τόνδ̓ ερημώσασ̓ όχον,
1071είκουσ̓ ανάγκῃ τῇδε καίνισον ζυγόν

Κασάνδρα

1072οτοτοτοῖ πόποι δᾶ.
1073Ω͂πολλον Ω͂πολλον.

1074τί ταῦτ̓ ανωτότυξας αμφὶ Λοξίου

1075ου γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.

Κασάνδρα

1076οτοτοτοῖ πόποι δᾶ.
1077Ω͂πολλον Ω͂πολλον.

1078 δ̓ αῦτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
1079ουδὲν προσήκοντ̓ εν γόοις παραστατεῖν

Κασάνδρα

1080Άπολλον Άπολλον
1081αγυιᾶτ̓, απόλλων εμός.

1082απώλεσας γὰρ ου μόλις τὸ δεύτερον

1083χρήσειν έοικεν αμφὶ τῶν αὑτῆς κακῶν

1084μένει τὸ θεῖον δουλίᾳ περ εν φρενί

Κασάνδρα

1085Άπολλον Άπολλον
1086αγυιᾶτ̓, απόλλων εμός.

1087 ποῖ ποτ̓ ήγαγές με
πρὸς ποίαν στέγην;
1088πρὸς τὴν Ατρειδῶν·
ει σὺ μὴ τόδ̓ εννοεῖς,
1089εγὼ λέγω σοι
καὶ τάδ̓ ουκ ερεῖς ψύθη

Κασάνδρα

1090μισόθεον μὲν οῦν, πολλὰ συνίστορα
1091αυτόφονα κακὰ καρατόμα,
1092ανδροσφαγεῖον καὶ πεδορραντήριον.

1093έοικεν εύρις ξένη κυνὸς δίκην
1094εῖναι, ματεύει δ̓ ὧν ανευρήσει φόνον

Κασάνδρα

1095μαρτυρίοισι γὰρ τοῖσδ̓ επιπείθομαι
1096κλαιόμενα τάδε βρέφη σφαγάς,
1097οπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.

1098τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
1099ῆμεν
προφήτας δ̓ ούτινας ματεύομεν

Κασάνδρα

1100ιὼ πόποι, τί ποτε μήδεται
1101τί τόδε νέον άχος μέγα
1102μέγ̓ εν δόμοισι τοῖσδε μήδεται κακὸν
1103άφερτον φίλοισιν, δυσίατον;
αλκὰ δ̓
1104ἑκὰς αποστατεῖ

1105τούτων άιδρίς ειμι τῶν μαντευμάτων

1106εκεῖνα δ̓ έγνων
πᾶσα γὰρ πόλις βοᾷ

Κασάνδρα

1107ιὼ τάλαινα, τόδε γὰρ τελεῖς,
1108τὸν ὁμοδέμνιον πόσιν
1109λουτροῖσι φαιδρύνασα - πῶς φράσω τέλος

1110τάχος γὰρ τόδ̓ έσται
προτείνει δὲ χεὶρ εκ
1111χερὸς ορέγματα

1112ούπω ξυνῆκα
νῦν γὰρ εξ αινιγμάτων
1113επαργέμοισι θεσφάτοις αμηχανῶ

Κασάνδρα

1114 έ, παπαῖ παπαῖ, τί τόδε φαίνεται
1115 δίκτυόν τί γ̓ Ἅιδου;

1116αλλ̓ άρκυς ξύνευνος, ξυναιτία
1117φόνου.
στάσις δ̓ ακόρετος γένει
1118κατολολυξάτω θύματος λευσίμου

1119ποίαν Ερινὺν τήνδε δώμασιν κέλῃ
1120επορθιάζειν
ού με φαιδρύνει λόγος
1121επὶ δὲ καρδίαν έδραμε κροκοβαφὴς
1122σταγών, ἅτε καιρία πτώσιμος
1123ξυνανύτει βίου δύντος αυγαῖς

1124ταχεῖα δ̓ άτα πέλει

Κασάνδρα

1125 , ιδοὺ ιδού άπεχε τῆς βοὸς
1126τὸν ταῦρον
εν πέπλοισι
1127μελαγκέρῳ λαβοῦσα μηχανήματι
1128τύπτει·
πίτνει δ̓ εν ενύδρῳ τεύχει
1129δολοφόνου λέβητος τύχαν σοι λέγω

1130ου κομπάσαιμ̓ ὰν θεσφάτων γνώμων άκρος
1131εῖναι, κακῷ δέ τῳ προσεικάζω τάδε

1132απὸ δὲ θεσφάτων τίς αγαθὰ φάτις
1133βροτοῖς τέλλεται
κακῶν γὰρ διαὶ
1134πολυεπεῖς τέχναι θεσπιῳδὸν
1135φόβον φέρουσιν μαθεῖν

Κασάνδρα

1136ιὼ ιὼ ταλαίνας κακόποτμοι τύχαι·
1137τὸ γὰρ εμὸν θροῶ πάθος επεγχύδαν

1138ποῖ δή με δεῦρο τὴν τάλαιναν ήγαγες

1139ουδέν ποτ̓ ει μὴ ξυνθανουμένην.
τί γάρ;
1140φρενομανής τις εῖ θεοφόρητος, αμ -
1141φὶ δ̓ αὑτᾶς θροεῖς
1142νόμον άνομον, οἷά τις ξουθὰ
1143ακόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
1144Ίτυν Ίτυν στένουσ̓ αμφιθαλῆ κακοῖς
1145αηδὼν βίον.

Κασάνδρα

1146ιὼ ιὼ λιγείας μόρον αηδόνος·
1147περέβαλον γάρ οἱ πτεροφόρον δέμας
1148θεοὶ γλυκύν τ̓ αιῶνα κλαυμάτων άτερ

1149εμοὶ δὲ μίμνει σχισμὸς αμφήκει δορί

1150πόθεν επισσύτους θεοφόρους [τ̓] έχεις
1151ματαίους δύας,
1152τὰ δ̓ επίφοβα δυσφάτῳ κλαγγᾷ
1153μελοτυπεῖς ὁμοῦ τ̓ ορθίοις εν νόμοις

1154πόθεν ὅρους έχεις θεσπεσίας ὁδοῦ
1155κακορρήμονας

Κασάνδρα

1156ιὼ γάμοι γάμοι Πάριδος ολέθριοι φίλων.
1157ιὼ Σκαμάνδρου πάτριον ποτόν.

1158τότε μὲν αμφὶ σὰς αϊόνας τάλαιν̓
1159ηνυτόμαν τροφαῖς

1160νῦν δ̓ αμφὶ Κωκυτόν τε κἀχερουσίους
1161όχθας έοικα θεσπιῳδήσειν τάχα

1162τί τόδε τορὸν άγαν έπος εφημίσω

1163νεόγονος ὰν αΐων μάθοι

1164πέπληγμαι δ̓ ὑπαὶ δάκει φοινίῳ
1165δυσαλγεῖ τύχᾳ μινυρὰ [κακὰ] θρεομένας,
1166θραύματ̓ εμοὶ κλύειν

Κασάνδρα

1167ιὼ πόνοι πόνοι πόλεος ολομένας τὸ πᾶν.
1168ιὼ πρόπυργοι θυσίαι πατρὸς
1169πολυκανεῖς βοτῶν ποιονόμων·
άκος δ̓
1170ουδὲν επήρκεσαν
1171τὸ μὴ πόλιν μὲν ὥσπερ οῦν έχει παθεῖν

1172εγὼ δὲ θερμόνους τάχ̓ εν πέδῳ βαλῶ

1173ἑπόμενα προτέροισι τάδ̓ εφημίσω

1174καί τίς σε κακοφρονῶν τίθη -
1175σι δαίμων ὑπερβαρὴς εμπίτνων
1176μελίζειν πάθη γοερὰ θανατοφόρα

1177τέρμα δ̓ αμηχανῶ

Κασάνδρα

1178καὶ μὴν χρησμὸς ουκέτ̓ εκ καλυμμάτων
1179έσται δεδορκὼς νεογάμου νύμφης δίκην

1180λαμπρὸς δ̓ έοικεν ἡλίου πρὸς αντολὰς
1181πνέων εσᾴξειν, ὥστε κύματος δίκην
1182κλύζειν πρὸς αυγὰς τοῦδε πήματος πολὺ
1183μεῖζον
φρενώσω δ̓ ουκέτ̓ εξ αινιγμάτων
1184καὶ μαρτυρεῖτε συνδρόμως ίχνος κακῶν
1185ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων

1186τὴν γὰρ στέγην τήνδ̓ ούποτ̓ εκλείπει χορὸς
1187ξύμφθογγος ουκ εύφωνος
ου γὰρ εῦ λέγει
1188καὶ μὴν πεπωκώς γ̓, ὡς θρασύνεσθαι πλέον,
1189βρότειον αἷμα κῶμος εν δόμοις μένει,
1190δύσπεμπτος έξω, συγγόνων Ερινύων

1191ὑμνοῦσι δ̓ ὕμνον δώμασιν προσήμεναι
1192πρώταρχον άτην·
εν μέρει δ̓ απέπτυσαν
1193ευνὰς αδελφοῦ τῷ πατοῦντι δυσμενεῖς

1194ἥμαρτον, θηρῶ τι τοξότης τις ὥς;

1195 ψευδόμαντίς ειμι θυροκόπος φλέδων;

1196εκμαρτύρησον προυμόσας τό μ̓ ειδέναι
1197λόγῳ παλαιὰς τῶνδ̓ ἁμαρτίας δόμων

1198καὶ πῶς ὰν ὅρκος, πῆγμα γενναίως παγέν,
1199παιώνιον γένοιτο
θαυμάζω δέ σου,
1200πόντου πέραν τραφεῖσαν αλλόθρουν πόλιν
1201κυρεῖν λέγουσαν, ὥσπερ ει παρεστάτεις.

Κασάνδρα

1202μάντις μ̓ Απόλλων τῷδ̓ επέστησεν τέλει
1203μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
προτοῦ μὲν αιδὼς ῆν εμοὶ λέγειν τάδε
1204ἁβρύνεται γὰρ πᾶς τις εῦ πράσσων πλέον

1206αλλ̓ ῆν παλαιστὴς κάρτ̓ εμοὶ πνέων χάριν

1207 καὶ τέκνων εις έργον ήλθετον νόμῳ

1208ξυναινέσασα Λοξίαν εψευσάμην

1209ήδη τέχναισιν ενθέοις ᾑρημένη;

1210ήδη πολίταις πάντ̓ εθέσπιζον πάθη

1211πῶς δῆτ̓ άνατος ῆσθα Λοξίου κότῳ

1212έπειθον ουδέν̓ ουδέν, ὡς τάδ̓ ήμπλακον

1213ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς

1214ιοὺ ιού, κακά.

1215υπ̓ αῦ με δεινὸς ορθομαντείας πόνος
1216στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις

1217ὁρᾶτε τούσδε τοὺς δόμοις εφημένους
1218νέους, ονείρων προσφερεῖς μορφώμασιν

1219παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220χεῖρας κρεῶν πλήθοντες οικείας βορᾶς,
1221σὺν εντέροις τε σπλάγχν̓, εποίκτιστον γέμος,
1222πρέπουσ̓ έχοντες, ὧν πατὴρ εγεύσατο.

1223εκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
1224λέοντ̓ άναλκιν εν λέχει στρωφώμενον
1225οικουρόν, οίμοι, τῷ μολόντι δεσπότῃ
1226εμῷ
φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν
1227νεῶν τ̓ άπαρχος Ιλίου τ̓ αναστάτης
1228ουκ οῖδεν οἷα γλῶσσα μισητῆς κυνὸς
1229λείξασα κἀκτείνασα φαιδρὸν οῦς, δίκην
1230Άτης λαθραίου, τεύξεται κακῇ τύχῃ.

1231τοιάδε τόλμα·
θῆλυς άρσενος φονεὺς
1232έστιν
τί νιν καλοῦσα δυσφιλὲς δάκος
1233τύχοιμ̓ άν
αμφίσβαιναν, Σκύλλαν τινὰ
1234οικοῦσαν εν πέτραισι, ναυτίλων βλάβην,
1235θύουσαν Ἅιδου μητέῤ άσπονδόν τ̓ Άρη
1236φίλοις πνέουσαν;
ὡς δ̓ επωλολύξατο
1237 παντότολμος, ὥσπερ εν μάχης τροπῇ,
1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.

1239καὶ τῶνδ̓ ὅμοιον εί τι μὴ πείθω·
τί γάρ;
1240τὸ μέλλον ἥξει
καὶ σύ μ̓ εν τάχει παρὼν
1241άγαν γ̓ αληθόμαντιν οικτίρας ερεῖς

Χορός

1242τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ̓ έχει
1244κλύοντ̓ αληθῶς ουδὲν εξῃκασμένα

1245τὰ δ̓ άλλ̓ ακούσας εκ δρόμου πεσὼν τρέχω

1246Αγαμέμνονός σέ φημ̓ επόψεσθαι μόρον

1247εύφημον, τάλαινα, κοίμησον στόμα

1248αλλ̓ ούτι παιὼν τῷδ̓ επιστατεῖ λόγῳ

1249ούκ, είπερ έσται γ̓·
αλλὰ μὴ γένοιτό πως
1250σὺ μὲν κατεύχῃ, τοῖς δ̓ αποκτείνειν μέλει

1251τίνος πρὸς ανδρὸς τοῦτ̓ άγος πορσύνεται

1252 κάρτα τἄῤ ὰν παρεκόπης χρησμῶν

1253τοῦ γὰρ τελοῦντος ου ξυνῆκα μηχανήν

1254καὶ μὴν άγαν γ̓ Έλλην̓ επίσταμαι φάτιν

1255καὶ γὰρ τὰ πυθόκραντα·
δυσμαθῆ δ̓ ὅμως.
1256παπαῖ, οἷον τὸ πῦρ·
επέρχεται δέ μοι
1257οτοτοῖ, Λύκεἰ Άπολλον, οὶ εγὼ εγώ.

1258αὕτη δίπους λέαινα συγκοιμωμένη
1259λύκῳ, λέοντος ευγενοῦς απουσίᾳ,
1260κτενεῖ με τὴν τάλαιναν
ὡς δὲ φάρμακον
1261τεύχουσα κἀμοῦ μισθὸν ενθήσειν κότῳ
1262επεύχεται, θήγουσα φωτὶ φάσγανον
1263εμῆς αγωγῆς αντιτείσασθαι φόνον

1264τί δῆτ̓ εμαυτῆς καταγέλωτ̓ έχω τάδε,
1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη

1266σὲ μὲν πρὸ μοίρας τῆς εμῆς διαφθερῶ

1267ίτ̓ ες φθόρον
πεσόντα γ̓ ῶδ̓ αμείβομαι
1268άλλην τιν̓ άτης αντ̓ εμοῦ πλουτίζετε

1269ιδοὺ δ̓ Απόλλων αυτὸς εκδύων εμὲ
1270χρηστηρίαν εσθῆτ̓, εποπτεύσας δέ με
1271κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
1272φίλων υπ̓ εχθρῶν ου διχορρόπως, μάτην -
1273καλουμένη δὲ φοιτὰς ὡς αγύρτρια
1274πτωχὸς τάλαινα λιμοθνὴς ηνεσχόμην -
1275καὶ νῦν μάντις μάντιν εκπράξας εμὲ
1276απήγαγ̓ ες τοιάσδε θανασίμους τύχας.

1277βωμοῦ πατρῴου δ̓ αντ̓ επίξηνον μένει,
1278θερμῷ κοπείσης φοινίῳ προσφάγματι

1279ου μὴν άτιμοί γ̓ εκ θεῶν τεθνήξομεν

1280ἥξει γὰρ ἡμῶν άλλος αῦ τιμάορος,
1281μητροκτόνον φίτυμα, ποινάτωρ πατρός

1282φυγὰς δ̓ αλήτης τῆσδε γῆς απόξενος
1283κάτεισιν, άτας τάσδε θριγκώσων φίλοις·

1284ομώμοται γὰρ ὅρκος εκ θεῶν μέγας,
1285άξειν νιν ὑπτίασμα κειμένου πατρός

1286τί δῆτ̓ εγὼ κάτοικτος ῶδ̓ αναστένω

1287επεὶ τὸ πρῶτον εῖδον Ιλίου πόλιν
1288πράξασαν ὡς έπραξεν, οἳ δ̓ εἷλον πόλιν
1289οὕτως απαλλάσσουσιν εν θεῶν κρίσει,
1290ιοῦσα πράξω
τλήσομαι τὸ κατθανεῖν
1291Ἅιδου πύλας δὲ τάσδ̓ εγὼ προσεννέπω

1292επεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
1293ὡς ασφάδαστος, αἱμάτων ευθνησίμων
1294απορρυέντων, όμμα συμβάλω τόδε

Χορός

1295 πολλὰ μὲν τάλαινα, πολλὰ δ̓ αῦ σοφὴ
1296γύναι, μακρὰν έτεινας
ει δ̓ ετητύμως
1297μόρον τὸν αὑτῆς οῖσθα, πῶς θεηλάτου
1298βοὸς δίκην πρὸς βωμὸν ευτόλμως πατεῖς

1299ουκ έστ̓ άλυξις, ού, ξένοι, χρόνον πλέω

1300 δ̓ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται

1301ἥκει τόδ̓ ῆμαρ
σμικρὰ κερδανῶ φυγῇ
1302αλλ̓ ίσθι τλήμων οῦσ̓ απ̓ ευτόλμου φρενός

1303ουδεὶς ακούει ταῦτα τῶν ευδαιμόνων

1304αλλ̓ ευκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

1305ιὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων

1306τί δ̓ εστὶ χρῆμα
τίς σ̓ αποστρέφει φόβος
1307φεῦ φεῦ.

1308τί τοῦτ̓ έφευξας
εί τι μὴ φρενῶν στύγος.
1309φόνον δόμοι πνέουσιν αἱματοσταγῆ

1310καί πῶς;
τόδ̓ όζει θυμάτων εφεστίων
1311ὅμοιος ατμὸς ὥσπερ εκ τάφου πρέπει,

1312ου Σύριον αγλάισμα δώμασιν λέγεις

1313αλλ̓ εῖμι κἀν δόμοισι κωκύσουσ̓ εμὴν
1314Αγαμέμνονός τε μοῖραν
αρκείτω βίος
1315ιὼ ξένοι,
1316ούτοι δυσοίζω θάμνον ὡς όρνις φόβῳ
1317άλλως·
θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
1318ὅταν γυνὴ γυναικὸς αντ̓ εμοῦ θάνῃ,
1319ανήρ τε δυσδάμαρτος αντ̓ ανδρὸς πέσῃ.

1320επιξενοῦμαι ταῦτα δ̓ ὡς θανουμένη.

1321 τλῆμον, οικτίρω σε θεσφάτου μόρου

1322ἅπαξ έτ̓ ειπεῖν ῥῆσιν ου θρῆνον θέλω
1323εμὸν τὸν αυτῆς.
ἡλίῳ δ̓ επεύχομαι
1324πρὸς ὕστατον φῶς ? τοῖς εμοῖς τιμαόροις
1325εχθροῖς φονεῦσι τοῖς εμοῖς τίνειν ὁμοῦ, ?
1326δούλης θανούσης, ευμαροῦς χειρώματος

1327ιὼ βρότεια πράγματ̓·
ευτυχοῦντα μὲν
1328σκιά τις ὰν τρέψειεν
ει δὲ δυστυχῇ,
1329βολαῖς ὑγρώσσων σπόγγος ώλεσεν γραφήν

1330καὶ ταῦτ̓ εκείνων μᾶλλον οικτίρω πολύ

Χορός

1331τὸ μὲν εῦ πράσσειν ακόρεστον έφυ
1332πᾶσι βροτοῖσιν
δακτυλοδείκτων δ̓
1333ούτις απειπὼν είργει μελάθρων,
1334μηκέτ̓ εσέλθῃς, τάδε φωνῶν

1335καὶ τῷδε πόλιν μὲν ἑλεῖν έδοσαν
1336μάκαρες Πριάμου

1337θεοτίμητος δ̓ οίκαδ̓ ἱκάνει

1338νῦν δ̓ ει προτέρων αῖμ̓ αποτείσῃ
1339καὶ τοῖσι θανοῦσι θανὼν άλλων
1340ποινὰς θανάτων επικράνῃ,
1341τίς ὰν εξ εύξαιτο βροτῶν ασινεῖ
1342δαίμονι φῦναι τάδ̓ ακούων

Ἀγαμέμνων

1343ώμοι, πέπληγμαι καιρίαν πληγὴν έσω

Χορός

1344 σῖγα · τίς πληγὴν αυτεῖ καιρίως ουτασμένος

Ἀγαμέμνων

1345ώμοι μάλ̓ αῦθις, δευτέραν πεπληγμένος.

Χορός

1346τοὔργον ειργάσθαι δοκεῖ μοι βασιλέως οιμώγμασιν
1347αλλὰ κοινωσώμεθ̓ ήν πως ασφαλῆ βουλεύματα.

Χορός

-
1348εγὼ μὲν ὑμῖν τὴν εμὴν γνώμην λέγω,
1349πρὸς δῶμα δεῦῤ αστοῖσι κηρύσσειν βοήν
- -
1350εμοὶ δ̓ ὅπως τάχιστά γ̓ εμπεσεῖν δοκεῖ
1351καὶ πρᾶγμ̓ ελέγχειν σὺν νεορρύτῳ ξίφει
- -
1352κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὼν
1353ψηφίζομαί τι δρᾶν
τὸ μὴ μέλλειν δ̓ ακμή. - -
1354ὁρᾶν πάρεστι
φροιμιάζονται γὰρ ὡς
1355τυραννίδος σημεῖα πράσσοντες πόλει.
- -
1356χρονίζομεν γάρ
οἱ δὲ τῆς μελλοῦς κλέος
1357πέδοι πατοῦντες ου καθεύδουσιν χερί
- -
1358ουκ οῖδα βουλῆς ἧστινος τυχὼν λέγω

1359τοῦ δρῶντός εστι καὶ τὸ βουλεῦσαι πέρι
- -
1360κἀγὼ τοιοῦτός ειμ̓, επεὶ δυσμηχανῶ
1361λόγοισι τὸν θανόντ̓ ανιστάναι πάλιν
- -
1362 καὶ βίον τείνοντες ῶδ̓ ὑπείξομεν
1363δόμων καταισχυντῆρσι τοῖσδ̓ ἡγουμένοις
-
1364αλλ̓ ουκ ανεκτόν, αλλὰ κατθανεῖν κρατεῖ·

1365πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.
- -
1366 γὰρ τεκμηρίοισιν εξ οιμωγμάτων
1367μαντευσόμεσθα τἀνδρὸς ὡς ολωλότος
-
1368σάφ̓ ειδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι

1369τὸ γὰρ τοπάζειν τοῦ σάφ̓ ειδέναι δίχα.
- -
1370ταύτην επαινεῖν πάντοθεν πληθύνομαι,
1371τρανῶς Ατρείδην ειδέναι κυροῦνθ̓ ὅπως

Κλυταιμήστρα

1372πολλῶν πάροιθεν καιρίως ειρημένων
1373τἀναντί̓ ειπεῖν ουκ επαισχυνθήσομαι

1374πῶς γάρ τις εχθροῖς εχθρὰ πορσύνων, φίλοις
1375δοκοῦσιν εῖναι, πημονῆς αρκύστατ̓ ὰν
1376φράξειεν, ὕψος κρεῖσσον εκπηδήματος

1377εμοὶ δ̓ αγὼν όδ̓ ουκ αφρόντιστος πάλαι
1378νείκης παλαιᾶς ῆλθε, σὺν χρόνῳ γε μήν·

1379ἕστηκα δ̓ ένθ̓ έπαισ̓ επ̓ εξειργασμένοις

1380οὕτω δ̓ έπραξα, καὶ τάδ̓ ουκ αρνήσομαι

1381ὡς μήτε φεύγειν μήτ̓ αμύνεσθαι μόρον,
1382άπειρον αμφίβληστρον, ὥσπερ ιχθύων,
1383περιστιχίζω, πλοῦτον εἵματος κακόν

1384παίω δέ νιν δίς
κἀν δυοῖν οιμωγμάτοιν
1385μεθῆκεν αὑτοῦ κῶλα
καὶ πεπτωκότι
1386τρίτην επενδίδωμι, τοῦ κατὰ χθονὸς
1387Διὸς νεκρῶν σωτῆρος ευκταίαν χάριν

1388οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών

1389κἀκφυσιῶν οξεῖαν αἵματος σφαγὴν
1390βάλλει μ̓ ερεμνῇ ψακάδι φοινίας δρόσου,
1391χαίρουσαν ουδὲν ἧσσον διοσδότῳ
1392γάνει σπορητὸς κάλυκος εν λοχεύμασιν.

1393ὡς ῶδ̓ εχόντων, πρέσβος Αργείων τόδε,
1394χαίροιτ̓ άν, ει χαίροιτ̓, εγὼ δ̓ επεύχομαι

1395ει δ̓ ῆν πρεπόντων ώστ̓ επισπένδειν νεκρῷ,
1396τῷδ̓ ὰν δικαίως ῆν, ὑπερδίκως μὲν οῦν.

1397τοσῶνδε κρατῆῤ εν δόμοις κακῶν ὅδε
1398πλήσας αραίων αυτὸς εκπίνει μολών

1399θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
1400ἥτις τοιόνδ̓ επ̓ ανδρὶ κομπάζεις λόγον.

1401πειρᾶσθέ μου γυναικὸς ὡς αφράσμονος·

1402εγὼ δ̓ ατρέστῳ καρδίᾳ πρὸς ειδότας
1403λέγω
σὺ δ̓ αινεῖν είτε με ψέγειν θέλεις
1404ὅμοιον.
οὗτός εστιν Αγαμέμνων, εμὸς
1405πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς
1406έργον, δικαίας τέκτονος
τάδ̓ ῶδ̓ έχει

Χορός

1407τί κακόν, γύναι,
1408χθονοτρεφὲς εδανὸν ποτὸν
1409πασαμένα ῥυτᾶς εξ ἁλὸς ορόμενον
1410τόδ̓ επέθου θύος, δημοθρόους τ̓ αράς
απέδικες απέταμες· απόπολις δ̓ έσῃ
1411μῖσος όβριμον αστοῖς.

Κλυταιμήστρα

1412νῦν μὲν δικάζεις εκ πόλεως φυγὴν εμοὶ
1413καὶ μῖσος αστῶν δημόθρους τ̓ έχειν αράς,
1414ουδὲν τότ̓ ανδρὶ τῷδ̓ εναντίον φέρων

1415ὃς ου προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
1416μήλων φλεόντων ευπόκοις νομεύμασιν,
1417έθυσεν αὑτοῦ παῖδα, φιλτάτην εμοὶ
1418ωδῖν̓, επῳδὸν Θρῃκίων αημάτων.

1419ου τοῦτον εκ γῆς τῆσδε χρῆν σ̓ ανδρηλατεῖν,
1420μιασμάτων άποιν̓
επήκοος δ̓ εμῶν
1421έργων δικαστὴς τραχὺς εῖ
λέγω δέ σοι
1422τοιαῦτ̓ απειλεῖν, ὡς παρεσκευασμένης
1423εκ τῶν ὁμοίων χειρὶ νικήσαντ̓ εμοῦ
1424άρχειν
εὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
1425γνώσῃ διδαχθεὶς οψὲ γοῦν τὸ σωφρονεῖν

Χορός

1426μεγαλόμητις εῖ,
1427περίφρονα δ̓ έλακες
ὥσπερ οῦν
1428φονολιβεῖ τύχᾳ φρὴν επιμαίνεται,
1429λίπος επ̓ ομμάτων αἵματος εῦ πρέπει

1430ατίετον έτι σὲ χρὴ στερομέναν φίλων τύμμα τύμματι τεῖσαι

Κλυταιμήστρα

1431καὶ τήνδ̓ ακούεις ὁρκίων εμῶν θέμιν
1432μὰ τὴν τέλειον τῆς εμῆς παιδὸς Δίκην,
1433Άτην Ερινύν θ̓, αἷσι τόνδ̓ έσφαξ̓ εγώ,
1434ού μοι φόβου μέλαθρον ελπὶς εμπατεῖ,
1435ἕως ὰν αίθῃ πῦρ εφ̓ ἑστίας εμῆς
1436Αίγισθος, ὡς τὸ πρόσθεν εῦ φρονῶν εμοί.

1437οὗτος γὰρ ἡμῖν ασπὶς ου σμικρὰ θράσους.

1438κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
1439Χρυσηίδων μείλιγμα τῶν υπ̓ Ιλίῳ

1440 τ̓ αιχμάλωτος ἥδε καὶ τερασκόπος
1441καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
1442πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
1443ισοτριβής.
άτιμα δ̓ ουκ επραξάτην
1444 μὲν γὰρ οὕτως, δέ τοι κύκνου δίκην
1445τὸν ὕστατον μέλψασα θανάσιμον γόον
1446κεῖται, φιλήτωρ τοῦδ̓·
εμοὶ δ̓ επήγαγεν
1447ευνῆς παροψώνημα τῆς εμῆς χλιδῆς

Χορός

1448φεῦ, τίς ὰν εν τάχει, μὴ περιώδυνος,
1449μη δὲ δεμνιοτήρης,
1450μόλοι τὸν αιεὶ φέρουσ̓ εν ἡμῖν
1451Μοῖῤ ατέλευτον ὕπνον, δαμέντος
1452φύλακος ευμενεστάτου [καὶ]
1453πολλὰ τλάντος γυναικὸς διαί

1454πρὸς γυναικὸς δ̓ απέφθισεν βίον

Χορός

1455ιὼ ιὼ παράνους Ἑλένα
1456μία τὰς πολλάς, τάς πάνυ πολλὰς
1457ψυχὰς ολέσασ̓ ὑπὸ Τροίᾳ.

1458νῦν [δὲ] τελέαν πολύμναστον επηνθίσω
1459δἰ αῖμ̓ άνιπτον
τις ῆν τότ̓ εν δόμοις
1461έρις ερίδματος ανδρὸς οιζύς

Κλυταιμήστρα

1462μηδὲν θανάτου μοῖραν επεύχου
1463τοῖσδε βαρυνθείς

1464μη δ̓ εις Ἑλένην κότον εκτρέψῃς,
1465ὡς ανδρολέτειῤ, ὡς μία πολλῶν
1466ανδρῶν ψυχὰς Δαναῶν ολέσασ̓
1467αξύστατον άλγος έπραξεν.

Χορός

1468δαῖμον, ὃς εμπίτνεις δώμασι καὶ διφυί -
1469οισι Τανταλίδαισιν,
1470κράτος τ̓ ισόψυχον εκ γυναικῶν
1471καρδιόδηκτον εμοὶ κρατύνεις.

Κλυταιμήστρα

1472νῦν δ̓ ώρθωσας στόματος γνώμην,
1476τὸν τριπάχυντον
1477δαίμονα γέννης τῆσδε κικλήσκων

1478εκ τοῦ γὰρ έρως αἱματολοιχὸς
1479νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
1480τὸ παλαιὸν άχος, νέος ιχώρ

Χορός

1481 μέγαν οικονόμον
1482δαίμονα καὶ βαρύμηνιν αινεῖς,
1483φεῦ φεῦ, κακὸν αῖνον ατη -
1484ρᾶς τύχας ακορέστου

1485ιὴ ιή, διαὶ Διὸς
1486παναιτίου πανεργέτα·

1487τί γὰρ βροτοῖς άνευ Διὸς τελεῖται

1488τί τῶνδ̓ ου θεόκραντόν εστιν

Χορός

1489ιὼ ιὼ βασιλεῦ βασιλεῦ,
1490πῶς σε δακρύσω

1491φρενὸς εκ φιλίας τί ποτ̓ είπω

1492κεῖσαι δ̓ αράχνης εν ὑφάσματι τῷδ̓
1493ασεβεῖ θανάτῳ βίον εκπνέων

1494ώμοι μοι κοίταν τάνδ̓ ανελεύθερον
1495δολίῳ μόρῳ δαμεὶς δάμαρτος
1496εκ χερὸς αμφιτόμῳ βελέμνῳ.

Κλυταιμήστρα

1497αυχεῖς εῖναι τόδε τοὔργον εμόν
1498μη δ̓ επιλεχθῇς
1499Αγαμεμνονίαν εῖναί μ̓ άλοχον

1500φανταζόμενος δὲ γυναικὶ νεκροῦ
1501τοῦδ̓ παλαιὸς δριμὺς αλάστωρ
1502Ατρέως χαλεποῦ θοινατῆρος
1503τόνδ̓ απέτεισεν,
1504τέλεον νεαροῖς επιθύσας

Χορός

1505ὡς μὲν αναίτιος εῖ
1506τοῦδε φόνου τίς μαρτυρήσων;

1507πῶς πῶς;
πατρόθεν δὲ συλλή -
1508πτωρ γένοιτ̓ ὰν αλάστωρ

1509βιάζεται δ̓ ὁμοσπόροις
1510επιρροαῖσιν αἱμάτων
1511μέλας Άρης, ὅποι δίκαν προβαίνων
1512πάχνᾳ κουροβόρῳ παρέξει

Χορός

1513ιὼ ιὼ βασιλεῦ βασιλεῦ,
1514πῶς σε δακρύσω

1515φρενὸς εκ φιλίας τί ποτ̓ είπω

1516κεῖσαι δ̓ αράχνης εν ὑφάσματι τῷδ̓
1517ασεβεῖ θανάτῳ βίον εκπνέων

1518ώμοι μοι κοίταν τάνδ̓ ανελεύθερον
1519δολίῳ μόρῳ δαμεὶς
1520εκ χερὸς αμφιτόμῳ βελέμνῳ.

Κλυταιμήστρα

[
1521ού τ̓ ανελεύθερον οῖμαι θάνατον
1522τῷδε γενέσθαι
]
1523ου δὲ γὰρ οὗτος δολίαν άτην
1524οίκοισιν έθηκ̓

1525αλλ̓ εμὸν εκ τοῦδ̓ έρνος αερθέν,
1526τὴν πολυκλαύτην Ιφιγενείαν,
1527άξια δράσας άξια πάσχων
1528μηδὲν εν Ἅιδου μεγαλαυχείτω,
1529ξιφοδηλήτῳ
1530θανάτῳ τείσας ἅπερ ῆρξεν.

Χορός

αμηχανῶ φροντίδος στερηθεὶς
1531ευπάλαμον μέριμναν
1532ὅπα τράπωμαι, πίτνοντος οίκου

1533δέδοικα δ̓ όμβρου κτύπον δομοσφαλῆ
1534τὸν αἱματηρόν
ψακὰς δὲ λήγει
1535δίκην δ̓ επ̓ άλλο πρᾶγμα θηγάνει βλάβης
1536πρὸς άλλαις θηγάναισι μοῖρα

Χορός

1537ιὼ γᾶ γᾶ, είθ̓ έμ̓ εδέξω,
1538πρὶν τόνδ̓ επιδεῖν αργυροτοίχου
1539δροίτης κατέχοντα χάμευναν

1541τίς θάψων νιν;
τίς θρηνήσων;
1542 σὺ τόδ̓ έρξαι τλήσῃ, κτείνασ̓
1543άνδρα τὸν αὑτῆς αποκωκῦσαι
1544ψυχῇ τ̓ άχαριν χάριν αντ̓ έργων
1546μεγάλων αδίκως επικρᾶναι

1547τίς δ̓ επιτύμβιον αῖνον επ̓ ανδρὶ θείῳ
1548σὺν δακρύοις ιάπτων
1549αληθείᾳ φρενῶν πονήσει

Κλυταιμήστρα

1551ου σὲ προσήκει τὸ μέλημ̓ αλέγειν
1552τοῦτο
πρὸς ἡμῶν
1553κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
1554ουχ ὑπὸ κλαυθμῶν τῶν εξ οίκων,
1555αλλ̓ Ιφιγένειά νιν ασπασίως
1556θυγάτηρ, ὡς χρή,
1557πατέῤ αντιάσασα πρὸς ωκύπορον
1558πόρθμευμ̓ αχέων
1559περὶ χεῖρε βαλοῦσα φιλήσει

Χορός

1560όνειδος ἥκει τόδ̓ αντ̓ ονείδους
1561δύσμαχα δ̓ έστι κρῖναι

1562φέρει φέροντ̓, εκτίνει δ̓ καίνων

1563μίμνει δὲ μίμνοντος εν θρόνῳ Διὸς
1564παθεῖν τὸν έρξαντα
θέσμιον γάρ.
1565τίς ὰν γονὰν αραῖον εκβάλοι δόμων

1566κεκόλληται γένος πρὸς άτᾳ

Κλυταιμήστρα

1567ες τόνδ̓ ενέβης ξὺν αληθείᾳ
1568χρησμόν
εγὼ δ̓ οῦν
1569εθέλω δαίμονι τῷ Πλεισθενιδῶν
1570ὅρκους θεμένη τάδε μὲν στέργειν,
1571δύστλητά περ όνθ̓
δὲ λοιπόν, ιόντ̓
1572εκ τῶνδε δόμων άλλην γενεὰν
1573τρίβειν θανάτοις αυθένταισι.

1574κτεάνων τε μέρος
1575βαιὸν εχούσῃ πᾶν απόχρη μοι μανίας μελάθρων
1576αλληλοφόνους αφελούσῃ

Αἴγισθος

1577 φέγγος εῦφρον ἡμέρας δικηφόρου.
1578φαίην ὰν ήδη νῦν βροτῶν τιμαόρους
1579θεοὺς άνωθεν γῆς εποπτεύειν άχη,
1580ιδὼν ὑφαντοῖς εν πέπλοις, Ερινύων
1581τὸν άνδρα τόνδε κείμενον φίλως εμοί,
1582χερὸς πατρῴας εκτίνοντα μηχανάς

1583Ατρεὺς γὰρ άρχων τῆσδε γῆς, τούτου πατήρ,
1584πατέρα Θυέστην τὸν εμόν, ὡς τορῶς φράσαι,
1585αὑτοῦ δ̓ αδελφόν, αμφίλεκτος ὼν κράτει,
1586ηνδρηλάτησεν εκ πόλεώς τε καὶ δόμων.

1587καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
1588τλήμων Θυέστης μοῖραν ηύρετ̓ ασφαλῆ,
1589τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
1590αυτός
ξένια δὲ τοῦδε δύσθεος πατὴρ
1591Ατρεύς, προθύμως μᾶλλον φίλως, πατρὶ
1592τὠμῷ, κρεουργὸν ῆμαρ ευθύμως άγειν
1593δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.

1594ανδρακὰς καθήμενος.

1598άσημα δ̓ αυτῶν αυτίκ̓ αγνοίᾳ λαβὼν
1599έσθει βορὰν άσωτον, ὡς ὁρᾷς, γένει

1600κἄπειτ̓ επιγνοὺς έργον ου καταίσιον
1601ῴμωξεν, αμπίπτει δ̓ απὸ σφαγὴν ερῶν, μόρον δ̓ άφερτον Πελοπίδαις επεύχεται,
1601λάκτισμα δείπνου ξυνδίκως τιθεὶς αρᾷ,
1602οὕτως ολέσθαι πᾶν τὸ Πλεισθένους γένος

1603εκ τῶνδέ σοι πεσόντα τόνδ̓ ιδεῖν πάρα

1604κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.

1605τρίτον γὰρ όντα μ̓ επὶ δυσαθλίῳ πατρὶ
1606συνεξελαύνει τυτθὸν όντ̓ εν σπαργάνοις

1607τραφέντα δ̓ αῦθις δίκη κατήγαγεν

1608καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ών,
1609πᾶσαν συνάψας μηχανὴν δυσβουλίας

1610οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν εμοί,
1611ιδόντα τοῦτον τῆς δίκης εν ἕρκεσιν.

1612Αίγισθ̓, ὑβρίζειν εν κακοῖσιν ου σέβω

1613σὺ δ̓ άνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
1614μόνος δ̓ έποικτον τόνδε βουλεῦσαι φόνον

1615ού φημ̓ αλύξειν εν δίκῃ τὸ σὸν κάρα
1616δημορριφεῖς, σάφ̓ ίσθι, λευσίμους αράς

Αἴγισθος

1617σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
1618κώπῃ, κρατούντων τῶν επὶ ζυγῷ δορός

1619γνώσῃ γέρων ὼν ὡς διδάσκεσθαι βαρὺ
1620τῷ τηλικούτῳ, σωφρονεῖν ειρημένον.

1621δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
1622δύαι διδάσκειν εξοχώταται φρενῶν
1623ιατρομάντεις.
ουχ ὁρᾷς ὁρῶν τάδε
1624πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς

1625γύναι, σὺ τοὺς ἥκοντας εκ μάχης μένων
1626οικουρὸς ευνὴν ανδρὸς αισχύνων ἅμα
1627ανδρὶ στρατηγῷ τόνδ̓ εβούλευσας μόρον

1628καὶ ταῦτα τἄπη κλαυμάτων αρχηγενῆ.

1629Ορφεῖ δὲ γλῶσσαν τὴν εναντίαν έχεις

1630 μὲν γὰρ ῆγε πάντ̓ απὸ φθογγῆς χαρᾷ,
1631σὺ δ̓ εξορίνας νηπίοις ὑλάγμασιν
1632άξῃ
κρατηθεὶς δ̓ ἡμερώτερος φανῇ
1633ὡς δὴ σύ μοι τύραννος Αργείων έσῃ,
1634ὃς ουκ, επειδὴ τῷδ̓ εβούλευσας μόρον,
1635δρᾶσαι τόδ̓ έργον ουκ έτλης αυτοκτόνως.

1636τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ῆν σαφῶς

1637εγὼ δ̓ ὕποπτος εχθρὸς παλαιγενής

1638εκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
1639άρχειν πολιτῶν
τὸν δὲ μὴ πειθάνορα
1640ζεύξω βαρείαις ούτι μοι σειραφόρον
1641κριθῶντα πῶλον
αλλ̓ δυσφιλὴς σκότῳ
1642λιμὸς ξύνοικος μαλθακόν σφ̓ επόψεται

1643τί δὴ τὸν άνδρα τόνδ̓ απὸ ψυχῆς κακῆς
1644ουκ αυτὸς ηνάριζες, αλλά νιν γυνὴ
1645χώρας μίασμα καὶ θεῶν εγχωρίων
1646έκτειν̓;
Ορέστης ᾶρά που βλέπει φάος,
1647ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
1648αμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς

Αἴγισθος

1649αλλ̓ επεὶ δοκεῖς τάδ̓ έρδειν καὶ λέγειν, γνώσῃ
1650εῖα δή, φίλοι λοχῖται, τοὔργον ουχ ἑκὰς τόδε.

1651εῖα δή, ξίφος πρόκωπον πᾶς τις ευτρεπιζέτω

1652αλλὰ κἀγὼ μὴν πρόκωπος ουκ αναίνομαι θανεῖν

1653δεχομένοις λέγεις θανεῖν σε
τὴν τύχην δ̓ αἱρούμεθα
1654μηδαμῶς, φίλτατ̓ ανδρῶν, άλλα δράσωμεν κακά

1655αλλὰ καὶ τάδ̓ εξαμῆσαι πολλά, δύστηνον θέρος.

1656πημονῆς δ̓ ἅλις γ̓ ὑπάρχει
μηδὲν αἱματώμεθα
1657στείχετ̓ αιδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις [τούσδε]
1658πρὶν παθεῖν είξαντες ὥρᾳ
χρῆν τάδ̓ ὡς επράξαμεν.
1659ει δέ τοι μόχθων γένοιτο τῶνδ̓ ἅλις, δεχοίμεθ̓ άν,
1660δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι

1661ῶδ̓ έχει λόγος γυναικός, εί τις αξιοῖ μαθεῖν

1662αλλὰ τούσδ̓ εμοὶ ματαίαν γλῶσσαν ῶδ̓ απανθίσαι
1663κἀκβαλεῖν έπη τοιαῦτα δαίμονος πειρωμένους,
1664σώφρονος γνώμης θ̓ ἁμαρτεῖν τὸν κρατοῦντά θ̓ ὑβρίσαι

1665ουκ ὰν Αργείων τόδ̓ είη, φῶτα προσσαίνειν κακόν

1666αλλ̓ εγώ σ̓ εν ὑστέραισιν ἡμέραις μέτειμ̓ έτι

1667ούκ, εὰν δαίμων, Ορέστην δεῦῤ απευθύνῃ μολεῖν.

1668οῖδ̓ εγὼ φεύγοντας άνδρας ελπίδας σιτουμένους

1669πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, επεὶ πάρα

1670ίσθι μοι δώσων άποινα τῆσδε μωρίας χάριν

1671κόμπασον θαρσῶν, αλέκτωρ ὥστε θηλείας πέλας.

1672μὴ προτιμήσῃς ματαίων τῶνδ̓ ὑλαγμάτων
εγὼ
1673καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς